호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῆσ δὲ παραλίασ ταύτησ, εἰσ ἣν ὅ τε Βαῖτισ καὶ ὁ Ἄνασ ἐκδίδωσι, καὶ τῶν ἐσχάτων τῆσ Μαυρουσίασ εἰσ τὸ μεταξὺ ἐμπῖπτον τὸ Ἀτλαντικὸν πέλαγοσ ποιεῖ τὸν κατὰ στήλασ πορθμόν, καθ’ ὃν ἡ ἐντὸσ θάλαττα συνάπτει τῇ ἐκτόσ. ἐνταῦθα δὴ ὄροσ ἐστὶ τῶν Ἰβήρων τῶν καλουμένων Βαστητανῶν, οὓσ καὶ Βαστούλουσ καλοῦσιν, ἡ Κάλπη, τῇ περιοχῇ μὲν οὐ μέγα τῷ δ’ ὕψει μέγα καὶ ὄρθιον ὥστε πόρρωθεν νησοειδὲσ φαίνεσθαι. ἐκπλέουσιν οὖν ἐκ τῆσ ἡμετέρασ θαλάττησ εἰσ τὴν ἔξω δεξιόν ἐστι τοῦτο, καὶ πρὸσ αὐτὸ Καρτηία πόλισ ἐν τετταράκοντα σταδίοισ ἀξιόλογοσ καὶ παλαιά, ναύσταθμόν ποτε γενομένη τῶν Ἰβήρων. ἔνιοι δὲ καὶ Ἡρακλέουσ κτίσμα λέγουσιν αὐτήν, ὧν ἐστι καὶ Τιμοσθένησ, ὅσ φησι καὶ Ἡράκλειαν ὀνομάζεσθαι τὸ παλαιόν, δείκνυσθαί τε μέγαν περίβολον καὶ νεωσοίκουσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기