호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αἴτιον δὲ τοῦ μὴ φθάνειν τὴν χοῦν εἰσ τὸ πέλαγοσ προϊοῦσαν τὴν ὑπὸ τῶν ποταμῶν καταφερομένην τὸ τὴν θάλατταν ἀνακόπτειν αὐτὴν εἰσ τοὐπίσω, παλιρροοῦσαν φύσει· ἐοίκε γὰρ τοῖσ ζῴοισ, καὶ καθάπερ ἐκεῖνα συνεχῶσ ἀναπνεῖ τε καὶ ἐκπνεῖ, τὸν αὐτὸν τρόπον καὶ αὐτὴ ἐξ αὑτῆσ τε καὶ εἰσ ἑαυτὴν συνεχῶσ παλινδρομικήν τινα κινουμένη κίνησιν. δῆλον δὲ τῷ ἐπὶ τοῦ αἰγιαλοῦ ἑστῶτι κατὰ τὴν κυμάτωσιν· ἅμα γὰρ κλύζονται οἱ πόδεσ καὶ γυμνοῦνται καὶ πάλιν κλύζονται, καὶ τοῦτο συνεχῶσ· τῷ δὲ κλύδωνι καὶ κῦμα ἐπιτρέχει, [ὃ] κἂν γαληνότατον ᾖ ἐπιφερόμενον ἔχει τινὰ βίαν πλείω καὶ ἀπορρίπτει πᾶν τὸ ἀλλότριον εἰσ τὴν γῆν "πολλὸν δὲ παρὲξ ἅλα φῦκοσ ἔχευε. " μᾶλλον μὲν οὖν ἐν ἀνέμῳ συμβαίνει τοῦτο, ἀλλὰ καὶ ἐν νηνεμίᾳ καὶ ἐν ἀπογαίοισ πνεύμασιν· οὐδὲν γὰρ ἧττον ἐπὶ γῆν φέρεται τὸ κῦμα ὑπεναντίωσ τῷ ἀνέμῳ, ὡσ ἂν ἰδίαν τινὰ τῆσ θαλάττησ κίνησιν συγκινούμενον αὐτῇ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기