- 텍스트

Strabo, Geography, book 1, chapter 3 4:

(스트라본, 지리학, book 1, chapter 3 4:)

οὐ μόνον δὲ ταῦτ ἄν τις ἐπισημήναιτο, ἀλλ ὅτι καὶ περὶ τῶν τόπων οὐδὲ καθ ἑαυτόν πω γνώριμα εἶναί φησι τὰ καθ ἕκαστα ἀκριβολογούμενα, καὶ κελεύσας ἡμῖν μὴ ῥᾳδίως τοῖς τυχοῦσι πιστεύειν, καὶ τὰς αἰτίας διὰ μακρῶν ἀποδοὺς δι ἃς οὐδὲ πιστευτέον, οἱο῀ν περὶ τῶν κατὰ τὸν Πόντον καὶ τὸν Ἀδρίαν, αὐτὸς ἐπίστευσε τοῖς τυχοῦσι.? τοιγάρτοι τὸν μὲν Ἰσσικὸν κόλπον ἐπίστευσεν ἑωθινώτατον τῆς καθ ἡμᾶς θαλάττης σημεῖον, τοῦ κατὰ Διοσκουριάδα τὴν ἐν τῷ τοῦ Πόντου μυχῷ σχεδόν τι καὶ τρισχιλίοις σταδίοις ἑωθινωτέρου ὄντος καὶ κατ αὐτὸν ἐκ τοῦ σταδιασμοῦ οὗ φησί: τοῦ τε Ἀδρίου καὶ τὰ ἀρκτικὰ καὶ τὰ ἔσχατα διεξιὼν οὐδενὸς ἀπέχεται μυθώδους. πεπίστευκε δὲ καὶ περὶ τῶν ἔξω στηλῶν Ἡρακλείων πολλοῖς μυθώδεσι, Κέρνην τε νῆσον καὶ ἄλλους τόπους ὀνομάζων τοὺς μηδαμοῦ νυνὶ δεικνυμένους, περὶ ὧν μνησθησόμεθα καὶ ὕστερον. εἰπών τε τοὺς ἀρχαιοτάτους πλεῖν καὶ κατὰ λῃστείαν ἢ ἐμπορίαν, μὴ πελαγίζειν δέ, ἀλλὰ παρὰ γῆν, καθάπερ τὸν Ιἄσονα, ὅνπερ καὶ μέχρι τῆς Ἀρμενίας καὶ Μηδίας ἐκ τῶν Κόλχων στρατεῦσαι ἀφέντα τὰς ναῦς, ὕστερόν φησι τὸ παλαιὸν οὔτε τὸν Εὔξεινον θαρρεῖν τινα πλεῖν οὔτε παρὰ Λιβύην καὶ Συρίαν καὶ Κιλικίαν. εἰ μὲν οὖν τοὺς πάλαι τοὺς πρὸ τῆς ἡμετέρας λέγει μνήμης, οὐδὲν ἐμοὶ μέλει περὶ ἐκείνων λέγειν, οὔτ εἰ ἔπλεον οὔτ εἰ μή: εἰ δὲ περὶ τῶν μνημονευομένων, οὐκ ἂν ὀκνήσαι τις εἰπεῖν ὡς οἱ παλαιοὶ μακροτέρας ὁδοὺς φανοῦνται καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν τελέσαντες τῶν ὕστερον, εἰ χρὴ προσέχειν τοῖς λεγομένοις: οἱο῀ν Διόνυσος καὶ Ἡρακλῆς καὶ αὐτὸς ὁ Ιἄσων, ἔτι δ οἱ ὑπὸ τοῦ ποιητοῦ λεγόμενοι Ὀδυσσεὺς καὶ Μενέλαος. καὶ Θησέα δὲ καὶ Πειρίθουν μακρὰς εἰκός ἐστι στρατείας ὑπομείναντας καταλιπεῖν δόξαν περὶ ἑαυτῶν ὡς εἰς Αἵδου καταβάντας, τοὺς δὲ Διοσκούρους ἐπιμελητὰς τῆς θαλάττης λεχθῆναι καὶ σωτῆρας τῶν πλεόντων. ἥ τε Μίνω θαλαττοκρατία θρυλεῖται καὶ ἡ Φοινίκων ναυτιλία, οἳ καὶ τὰ ἔξω τῶν Ἡρακλείων στηλῶν ἐπῆλθον καὶ πόλεις ἔκτισαν κἀκεῖ καὶ περὶ τὰ μέσα τῆς Λιβύης παραλίας μικρὸν τῶν Τρωικῶν ὕστερον. Αἰνείαν δὲ καὶ Ἀντήνορα καὶ Ἐνετοὺς καὶ ἁπλῶς τοὺς ἐκ τοῦ Τρωικοῦ πολέμου πλανηθέντας εἰς πᾶσαν τὴν οἰκουμένην ἄξιον μὴ τῶν παλαιῶν ἀνθρώπων νομίσαι· συνέβη γὰρ δὴ τοῖς τότε Ἕλλησιν ὁμοίως καὶ τοῖς βαρβάροις διὰ τὸν τῆς στρατείας χρόνον ἀποβαλεῖν τά τε ἐν οἴκῳ καὶ τῇ στρατείᾳ πορισθέντα: ὥστε μετὰ τὴν τοῦ Ἰλίου καταστροφὴν τούς τε νικήσαντας ἐπὶ λῃστείαν τραπέσθαι διὰ τὰς ἀπορίας καὶ πολὺ μᾶλλον τοὺς ἡττηθέντας καὶ περιγενομένους ἐκ τοῦ πολέμου. καὶ δὴ καὶ πόλεις ὑπὸ τούτων πλεῖσται κτισθῆναι λέγονται κατὰ πᾶσαν τὴν ἔξω τῆς Ἑλλάδος παραλίαν, ἔστι δ ὅπου καὶ τὴν μεσόγαιαν.?

상위

Geography (지리학)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION