- 텍스트

Strabo, Geography, book 1, chapter 2 28:

(스트라본, 지리학, book 1, chapter 2 28:)

ἐρατοσθένης δὲ Ἡσίοδον μὲν εἰκάζει πεπυσμένον περὶ τῆς Ὀδυσσέως πλάνης ὅτι κατὰ Σικελίαν καὶ Ἰταλίαν γεγένηται, πιστεύσαντα τῇ δόξῃ μὴ μόνον τῶν ὑφ Ὁμήρου λεγομένων μεμνῆσθαι, ἀλλὰ καὶ Αἴτνης καὶ Ὀρτυγίας τοῦ πρὸς Συρακούσαις νησίου καὶ Τυρρηνῶν:? Ὅμηρον δὲ μήτε εἰδέναι ταῦτα μήτε βούλεσθαι ἐν γνωρίμοις τόποις ποιεῖν τὴν πλάνην. πότερον οὖν Αἴτνη μὲν καὶ Τυρρηνία γνώριμα, Σκύλλαιον δὲ καὶ Χάρυβδις καὶ Κίρκαιον καὶ Σειρηνοῦσσαι οὐ πάνυ· ἢ καὶ Ἡσιόδῳ μὲν ἔπρεπε μὴ φλυαρεῖν, ἀλλὰ ταῖς κατεχούσαις δόξαις ἀκολουθεῖν, Ὁμήρῳ δὲ πᾶν ὅ τι ἂν ἐπ ἀκαιρίμαν γλῶσσαν ἰῄ κελαδεῖν· χωρὶς γὰρ τῶν λεχθέντων περὶ τοῦ τρόπου τῆς πρεπούσης Ὁμήρῳ μυθοποιίας καὶ τὸ πλῆθος τῶν συγγραφέων τῶν ταὐτὰ θρυλούντων κἀκ τῆς κατὰ τοὺς τόπους ἐπιχωριαζούσης φήμης διδάσκειν δύναται, διότι ταῦτα οὐ ποιητῶν πλάσματά ἐστιν οὐδὲ συγγραφέων, ἀλλὰ γεγενημένων ἴχνη καὶ προσώπων καὶ πράξεων.?

상위

Geography (지리학)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION