- 텍스트

Sophocles, Oedipus Tyrannus, episode

(소포클레스, 오이디푸스 튀란노스, episode)

εἰ χρή τι κἀμὲ μὴ συναλλάξαντά πω, πρέσβεις, σταθμᾶσθαι, τὸν βοτῆρ ὁρᾶν δοκῶ, ὅνπερ πάλαι ζητοῦμεν:? ἔν τε γὰρ μακρῷ γήρᾳ ξυνᾴδει τῷδε τἀνδρὶ σύμμετρος, ἄλλως τε τοὺς ἄγοντας ὥσπερ οἰκέτας ἔγνωκ ἐμαυτοῦ: τῇ δ ἐπιστήμῃ σύ μου προύχοις τάχ ἄν που, τὸν βοτῆρ ἰδὼν πάρος. ἔγνωκα γάρ, σάφ ἴσθι: Λαΐου γὰρ ἦν εἴπερ τις ἄλλος πιστὸς ὡς νομεὺς ἀνήρ. σὲ πρῶτ ἐρωτῶ, τὸν Κορίνθιον ξένον, ἦ τόνδε φράζεις· τοῦτον, ὅνπερ εἰσορᾷς. οὗτος σύ, πρέσβυ, δεῦρό μοι φώνει βλέπων ὅς ἄν ς ἐρωτῶ. Λαΐου ποτ ἦσθα σύ· ἦ δοῦλος οὐκ ὠνητός, ἀλλ οἴκοι τραφείς. ἔργον μεριμνῶν ποῖον ἢ βίον τινά· ποίμναις τὰ πλεῖστα τοῦ βίου συνειπόμην. χώροις μάλιστα πρὸς τίσι ξύναυλος ὤν· ἦν μὲν Κιθαιρών, ἦν δὲ πρόσχωρος τόπος. τὸν ἄνδρα τόνδ οὖν οἶσθα τῇδέ που μαθών· τί χρῆμα δρῶντα· ποῖον ἄνδρα καὶ λέγεις· τόνδ ὃς πάρεστιν: ἢ ξυναλλάξας τί πω· οὐχ ὥστε γ εἰπεῖν ἐν τάχει μνήμης ἄπο. κοὐδέν γε θαῦμα, δέσποτ: ἀλλ ἐγὼ σαφῶς ἀγνῶτ ἀναμνήσω νιν. εὖ γὰρ οἶδ ὅτι κάτοιδεν, ἦμος τῷ Κιθαιρῶνος τόπῳ, ὁ μὲν διπλοῖσι ποιμνίοις, ἐγὼ δ ἑνί, ἐπλησίαζον τῷδε τἀνδρὶ τρεῖς ὅλους ἐξ ἦρος εἰς ἀρκτοῦρον ἑκμήνους χρόνους: χειμῶνα δ ἤδη τἀμά τ εἰς ἔπαυλ ἐγὼ ἤλαυνον οὗτός τ εἰς τὰ Λαΐου σταθμά. λέγω τι τούτων ἢ οὐ λέγω πεπραγμένον· λέγεις ἀληθῆ, καίπερ ἐκ μακροῦ χρόνου. φέρ εἰπὲ νῦν, τότ οἶσθα παῖδά μοί τινα δούς, ὡς ἐμαυτῷ θρέμμα θρεψαίμην ἐγώ· τί δ ἔστι· πρὸς τί τοῦτο τοὔπος ἱστορεῖς· ὅδ ἐστίν, ὦ τᾶν, κεῖνος ὃς τότ ἦν νέος. οὐκ εἰς ὄλεθρον· οὐ σιωπήσας ἔσει· ἆ, μὴ κόλαζε, πρέσβυ, τόνδ, ἐπεὶ τὰ σὰ δεῖται κολαστοῦ μᾶλλον ἢ τὰ τοῦδ ἔπη. τί δ, ὦ φέριστε δεσποτῶν, ἁμαρτάνω· οὐκ ἐννέπων τὸν παῖδ ὃν οὗτος ἱστορεῖ. λέγει γὰρ εἰδὼς οὐδέν, ἀλλ ἄλλως πονεῖ. σὺ πρὸς χάριν μὲν οὐκ ἐρεῖς, κλαίων δ ἐρεῖς. μὴ δῆτα, πρὸς θεῶν, τὸν γέροντά μ αἰκίσῃ. οὐχ ὡς τάχος τις τοῦδ ἀποστρέψει χέρας· δύστηνος, ἀντὶ τοῦ· τί προσχρῄζων μαθεῖν· τὸν παῖδ ἔδωκας τῷδ ὃν οὗτος ἱστορεῖ· ἔδωκ: ὀλέσθαι δ ὤφελον τῇδ ἡμέρᾳ. ἀλλ εἰς τόδ ἥξεις μὴ λέγων γε τοὔνδικον. πολλῷ γε μᾶλλον, ἢν φράσω, διόλλυμαι. ἁνὴρ ὅδ, ὡς ἐοίκεν, ἐς τριβὰς ἐλᾷ. οὐ δῆτ ἔγωγ, ἀλλ εἶπον, ὡς δοίην, πάλαι. πόθεν λαβών· οἰκεῖον ἢ ξ ἄλλου τινός· ἐμὸν μὲν οὐκ ἔγωγ, ἐδεξάμην δέ του. τίνος πολιτῶν τῶνδε κἀκ ποίας στέγης· μὴ πρὸς θεῶν, μή, δέσποθ, ἱστόρει πλέον. ὄλωλας, εἴ σε ταῦτ ἐρήσομαι πάλιν. τῶν Λαΐου τοίνυν τις ἦν γεννημάτων. ἦ δοῦλος ἢ κείνου τις ἐγγενὴς γεγώς· οἴμοι, πρὸς αὐτῷ γ εἰμὶ τῷ δεινῷ λέγειν. κἄγωγ ἀκούειν: ἀλλ ὅμως ἀκουστέον. κείνου γέ τοι δὴ παῖς ἐκλῄζεθ:

ἡ δ ἔσω κάλλιστ ἂν εἴποι σὴ γυνὴ τάδ ὡς ἔχει. ἦ γὰρ δίδωσιν ἥδε σοι· μάλιστ, ἄναξ. ὡς πρὸς τί χρείας· ὡς ἀναλώσαιμί νιν. τεκοῦσα τλήμων· θεσφάτων γ ὄκνῳ κακῶν. ποίων· κτενεῖν νιν τοὺς τεκόντας ἦν λόγος. πῶς δῆτ ἀφῆκας τῷ γέροντι τῷδε σύ· κατοικτίσας, ὦ δέσποθ, ὡς ἄλλην χθόνα δοκῶν ἀποίσειν, αὐτὸς ἔνθεν ἦν: ὁ δὲ κάκ εἰς μέγιστ ἔσωσεν. εἰ γὰρ οὗτος εἶ ὅν φησιν οὗτος, ἴσθι δύσποτμος γεγώς. ἰοὺ ἰού: τὰ πάντ ἂν ἐξήκοι σαφῆ. ὦ φῶς, τελευταῖόν σε προσβλέψαιμι νῦν, ὅστις πέφασμαι φύς τ ἀφ ὧν οὐ χρῆν, ξὺν οἷς τ οὐ χρῆν ὁμιλῶν, οὕς τέ μ οὐκ ἔδει κτανών.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION