- 텍스트

Sophocles, Oedipus Tyrannus, episode

(소포클레스, 오이디푸스 튀란노스, episode)

αἰτεῖς:? ἃ δ αἰτεῖς, τἄμ ἐὰν θέλῃς ἔπη κλύων δέχεσθαι τῇ νόσῳ θ ὑπηρετεῖν, ἀλκὴν λάβοις ἂν κἀνακούφισιν κακῶν: ἁγὼ ξένος μὲν τοῦ λόγου τοῦδ ἐξερῶ, ξένος δὲ τοῦ πραχθέντος: οὐ γὰρ ἂν μακρὰν ἴχνευον αὐτός, μὴ οὐκ ἔχων τι σύμβολον, νῦν δ ὕστερος γὰρ ἀστὸς εἰς ἀστοὺς τελῶ, ὑμῖν προφωνῶ πᾶσι Καδμείοις τάδε: ὅστις ποθ ὑμῶν Λάϊον τὸν Λαβδάκου κάτοιδεν ἀνδρὸς ἐκ τίνος διώλετο, τοῦτον κελεύω πάντα σημαίνειν ἐμοί: κεἰ μὲν φοβεῖται, τοὐπίκλημ ὑπεξελεῖν αὐτὸν καθ αὑτοῦ: πείσεται γὰρ ἄλλο μὲν ἀστεργὲς οὐδέν. γῆς δ ἄπεισιν ἀσφαλής. εἰ δ αὖ τις ἄλλον οἶδεν ἐξ ἄλλης χθονὸς τὸν αὐτόχειρα, μὴ σιωπάτω: τὸ γὰρ κέρδος τελῶ γὼ χἠ χάρις προσκείσεται. εἰ δ αὖ σιωπήσεσθε, καί τις ἢ φίλου δείσας ἀπώσει τοὔπος ἢ χαὐτοῦ τόδε, ἃκ τῶνδε δράσω, ταῦτα χρὴ κλύειν ἐμοῦ. τὸν ἄνδρ ἀπαυδῶ τοῦτον, ὅστις ἐστί, γῆς τῆσδ, ἧς ἐγὼ κράτη τε καὶ θρόνους νέμω, μήτ εἰσδέχεσθαι μήτε προσφωνεῖν τινα, μήτ ἐν θεῶν εὐχαῖσι μήτε θύμασιν κοινὸν ποεῖσθαι, μήτε χέρνιβας νέμειν: ὠθεῖν δ ἀπ οἴκων πάντας, ὡς μιάσματος τοῦδ ἡμὶν ὄντος, ὡς τὸ Πυθικὸν θεοῦ μαντεῖον ἐξέφηνεν ἀρτίως ἐμοί. ἐγὼ μὲν οὖν τοιόσδε τῷ τε δαίμονι τῷ τ ἀνδρὶ τῷ θανόντι σύμμαχος πέλω: κατεύχομαι δὲ τὸν δεδρακότ, εἴτε τις εἷς ὢν λέληθεν εἴτε πλειόνων μέτα, κακὸν κακῶς νιν ἄμορον ἐκτρῖψαι βίον: ἐπεύχομαι δ, οἴκοισιν εἰ ξυνέστιος ἐν τοῖς ἐμοῖς γένοιτ ἐμοῦ συνειδότος, παθεῖν ἅπερ τοῖσδ ἀρτίως ἠρασάμην. ὑμῖν δὲ ταῦτα πάντ ἐπισκήπτω τελεῖν, ὑπέρ τ ἐμαυτοῦ τοῦ θεοῦ τε τῆσδέ τε γῆς ὧδ ἀκάρπως κἀθέως ἐφθαρμένης. οὐδ εἰ γὰρ ἦν τὸ πρᾶγμα μὴ θεήλατον, ἀκάθαρτον ὑμᾶς εἰκὸς ἦν οὕτως ἐᾶν, ἀνδρός γ ἀρίστου βασιλέως τ ὀλωλότος, ἀλλ ἐξερευνᾶν: νῦν δ ἐπεὶ κυρῶ γ ἐγὼ ἔχων μὲν ἀρχὰς ἃς ἐκεῖνος εἶχε πρίν, ἔχων δὲ λέκτρα καὶ γυναῖχ ὁμόσπορον, κοινῶν τε παίδων κοίν ἄν, εἰ κείνῳ γένος μὴ δυστύχησεν, ἦν ἂν ἐκπεφυκότα: νῦν δ ἐς τὸ κείνου κρᾶτ ἐνήλαθ ἡ τύχη: ἀνθ ὧν ἐγὼ τάδ, ὡσπερεὶ τοὐμοῦ πατρός, ὑπερμαχοῦμαι κἀπὶ πᾶν ἀφίξομαι, ζητῶν τὸν αὐτόχειρα τοῦ φόνου λαβεῖν, τῷ Λαβδακείῳ παιδὶ Πολυδώρου τε καὶ τοῦ πρόσθε Κάδμου τοῦ πάλαι τ Ἀγήνορος. καὶ ταῦτα τοῖς μὴ δρῶσιν εὔχομαι θεοὺς μήτ ἄροτον αὐτοῖς γῆς ἀνιέναι τινὰ μήτ οὖν γυναικῶν παῖδας, ἀλλὰ τῷ πότμῳ τῷ νῦν φθερεῖσθαι κἄτι τοῦδ ἐχθίονι: ὑμῖν δὲ τοῖς ἄλλοισι Καδμείοις, ὅσοις τάδ ἔστ ἀρέσκονθ, ἥ τε σύμμαχος Δίκη χοἰ πάντες εὖ ξυνεῖεν εἰσαεὶ θεοί. ὥσπερ μ ἀραῖον ἔλαβες, ὧδ, ἄναξ, ἐρῶ.

οὔτ ἔκτανον γὰρ οὔτε τὸν κτανόντ ἔχω δεῖξαι. τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν Φοίβου τόδ εἰπεῖν, ὅστις εἴργασταί ποτε. δίκαι ἔλεξας: ἀλλ ἀναγκάσαι θεοὺς ἃν μὴ θέλωσιν οὐδ ἂν εἷς δύναιτ ἀνήρ. τὰ δεύτερ ἐκ τῶνδ ἂν λέγοιμ ἁμοὶ δοκεῖ. εἰ καὶ τρίτ ἐστί, μὴ παρῇς τὸ μὴ οὐ φράσαι. ἄνακτ ἄνακτι ταὔθ ὁρῶντ ἐπίσταμαι μάλιστα Φοίβῳ Τειρεσίαν, παρ οὗ τις ἂν σκοπῶν τάδ, ὦναξ, ἐκμάθοι σαφέστατα. ἀλλ οὐκ ἐν ἀργοῖς οὐδὲ τοῦτ ἐπραξάμην. ἔπεμψα γὰρ Κρέοντος εἰπόντος διπλοῦς πομπούς: πάλαι δὲ μὴ παρῶν θαυμάζεται. καὶ μὴν τά γ ἄλλα κωφὰ καὶ παλαί ἔπη. τὰ ποῖα ταῦτα· πάντα γὰρ σκοπῶ λόγον. θανεῖν ἐλέχθη πρός τινων ὁδοιπόρων. ἤκουσα κἀγώ. τὸν δ ἰδόντ οὐδεὶς ὁρᾷ. ἀλλ εἴ τι μὲν δὴ δείματός γ ἔχει μέρος, τὰς σὰς ἀκούων οὐ μενεῖ τοιάσδ ἀράς, ᾧ μή στι δρῶντι τάρβος, οὐδ ἔπος φοβεῖ. ἀλλ οὑξελέγξων αὐτὸν ἔστιν: οἵδε γὰρ τὸν θεῖον ἤδη μάντιν ὧδ ἄγουσιν, ᾧ τἀληθὲς ἐμπέφυκεν ἀνθρώπων μόνῳ. ὦ πάντα νωμῶν Τειρεσία, διδακτά τε ἄρρητά τ, οὐράνιά τε καὶ χθονοστιβῆ, πόλιν μέν, εἰ καὶ μὴ βλέπεις, φρονεῖς δ ὅμως οἱᾴ νόσῳ σύνεστιν:

ἧς σὲ προστάτην σωτῆρά τ, ὦναξ, μοῦνον ἐξευρίσκομεν. Φοῖβος γάρ, εἴ τι μὴ κλύεις τῶν ἀγγέλων, πέμψασιν ἡμῖν ἀντέπεμψεν, ἔκλυσιν μόνην ἂν ἐλθεῖν τοῦδε τοῦ νοσήματος, εἰ τοὺς κτανόντας Λάϊον μαθόντες εὖ κτείναιμεν ἢ γῆς φυγάδας ἐκπεμψαίμεθα. σύ νυν φθονήσας μήτ ἀπ οἰωνῶν φάτιν μήτ εἴ τιν ἄλλην μαντικῆς ἔχεις ὁδόν, ῥῦσαι σεαυτὸν καὶ πόλιν, ῥῦσαι δ ἐμέ, ῥῦσαι δὲ πᾶν μίασμα τοῦ τεθνηκότος. ἐν σοὶ γὰρ ἐσμέν: ἄνδρα δ ὠφελεῖν ἀφ ὧν ἔχοι τε καὶ δύναιτο, κάλλιστος πόνων. φεῦ φεῦ, φρονεῖν ὡς δεινὸν ἔνθα μὴ τέλη λύῃ φρονοῦντι: ταῦτα γὰρ καλῶς ἐγὼ εἰδὼς διώλες: οὐ γὰρ ἂν δεῦρ ἱκόμην. τί δ ἔστιν· ὡς ἄθυμος εἰσελήλυθας. ἄφες μ ἐς οἴκους: ῥᾷστα γὰρ τὸ σόν τε σὺ κἀγὼ διοίσω τοὐμόν, ἢν ἐμοὶ πίθῃ. οὔτ ἔννομ εἶπας οὔτε προσφιλῆ πόλει τῇδ, ἥ ς ἔθρεψε, τήνδ ἀποστερῶν φάτιν. ὁρῶ γὰρ οὐδὲ σοὶ τὸ σὸν φώνημ ἰὸν πρὸς καιρόν: ὡς οὖν μηδ ἐγὼ ταὐτὸν πάθω - μὴ πρὸς θεῶν φρονῶν γ ἀποστραφῇς, ἐπεὶ πάντες σε προσκυνοῦμεν οἵδ ἱκτήριοι. πάντες γὰρ οὐ φρονεῖτ: ἐγὼ δ οὐ μή ποτε τἄμ, ὡς ἂν εἴπω μὴ τὰ ς, ἐκφήνω κακά. τί φής·

ξυνειδὼς οὐ φράσεις, ἀλλ ἐννοεῖς ἡμᾶς προδοῦναι καὶ καταφθεῖραι πόλιν· ἐγὼ οὔτ ἐμαυτὸν οὔτε ς ἀλγυνῶ. τί ταῦτ ἄλλως ἐλέγχεις· οὐ γὰρ ἂν πύθοιό μου. οὐκ, ὦ κακῶν κάκιστε, καὶ γὰρ ἂν πέτρου φύσιν σύ γ ὀργάνειας, ἐξερεῖς ποτε, ἀλλ ὧδ ἄτεγκτος κἀτελεύτητος φανεῖ· ὀργὴν ἐμέμψω τὴν ἐμήν, τὴν σὴν δ ὁμοῦ ναίουσαν οὐ κατεῖδες, ἀλλ ἐμὲ ψέγεις. τίς γὰρ τοιαῦτ ἂν οὐκ ἂν ὀργίζοιτ ἔπη κλύων, ἃ νῦν σὺ τήνδ ἀτιμάζεις πόλιν· ἥξει γὰρ αὐτά, κἂν ἐγὼ σιγῇ στέγω. οὐκοῦν ἅ γ ἥξει καὶ σὲ χρὴ λέγειν ἐμοί. οὐκ ἂν πέρα φράσαιμι. πρὸς τάδ, εἰ θέλεις, θυμοῦ δι ὀργῆς ἥτις ἀγριωτάτη. καὶ μὴν παρήσω γ οὐδέν, ὡς ὀργῆς ἔχω, ἅπερ ξυνίημ: ἴσθι γὰρ δοκῶν ἐμοὶ καὶ ξυμφυτεῦσαι τοὔργον εἰργάσθαι θ, ὅσον μὴ χερσὶ καίνων: εἰ δ ἐτύγχανες βλέπων, καὶ τοὔργον ἂν σοῦ τοῦτ, ἔφην εἶναι μόνου. ἄληθες· ἐννέπω σὲ τῷ κηρύγματι ᾧπερ προεῖπας ἐμμένειν, κἀφ ἡμέρας τῆς νῦν προσαυδᾶν μήτε τούσδε μήτ ἐμέ, ὡς ὄντι γῆς τῆσδ ἀνοσίῳ μιάστορι. οὕτως ἀναιδῶς ἐξεκίνησας τόδε τὸ ῥῆμα·

καὶ ποῦ τοῦτο φεύξεσθαι δοκεῖς· πέφευγα: τἀληθὲς γὰρ ἰσχῦον τρέφω. πρὸς τοῦ διδαχθείς· οὐ γὰρ ἔκ γε τῆς τέχνης. πρὸς σοῦ: σὺ γάρ μ ἄκοντα προυτρέψω λέγειν. ποῖον λόγον· λέγ αὖθις, ὡς μᾶλλον μάθω. οὐχὶ ξυνῆκας πρόσθεν· ἢ κπειρᾷ λέγων· οὐχ ὥστε γ εἰπεῖν γνωστόν: ἀλλ αὖθις φράσον. φονέα σε φημὶ τἀνδρὸς οὗ ζητεῖς κυρεῖν. ἀλλ οὔ τι χαίρων δίς γε πημονὰς ἐρεῖς. εἴπω τι δῆτα κἄλλ, ἵν ὀργίζῃ πλέον· ὅσον γε χρῄζεις: ὡς μάτην εἰρήσεται. λεληθέναι σε φημὶ σὺν τοῖς φιλτάτοις αἴσχισθ ὁμιλοῦντ, οὐδ ὁρᾶν ἵν εἶ κακοῦ. ἦ καὶ γεγηθὼς ταῦτ ἀεὶ λέξειν δοκεῖς· εἴπερ τί γ ἐστὶ τῆς ἀληθείας σθένος. ἀλλ ἔστι, πλὴν σοί: σοὶ δὲ τοῦτ οὐκ ἔστ ἐπεὶ τυφλὸς τά τ ὦτα τόν τε νοῦν τά τ ὄμματ εἶ. σὺ δ ἄθλιός γε ταῦτ ὀνειδίζων, ἃ σοὶ οὐδεὶς ὃς οὐχὶ τῶνδ ὀνειδιεῖ τάχα. μιᾶς τρέφει πρὸς νυκτός, ὥστε μήτ ἐμὲ μήτ ἄλλον, ὅστις φῶς ὁρᾷ, βλάψαι ποτ ἄν. οὐ γάρ σε μοῖρα πρός γ ἐμοῦ πεσεῖν, ἐπεὶ ἱκανὸς Ἀπόλλων, ᾧ τάδ ἐκπρᾶξαι μέλει. Κρέοντος ἢ σοῦ ταῦτα τἀξευρήματα· Κρέων δέ σοι πῆμ οὐδέν, ἀλλ αὐτὸς σὺ σοί. ὦ πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνης ὑπερφέρουσα τῷ πολυζήλῳ βίῳ, ὅσος παρ ὑμῖν ὁ φθόνος φυλάσσεται, εἰ τῆσδέ γ ἀρχῆς οὕνεχ, ἣν ἐμοὶ πόλις δωρητόν, οὐκ αἰτητόν, εἰσεχείρισεν, ταύτης Κρέων ὁ πιστός, οὑξ ἀρχῆς φίλος, λάθρᾳ μ ὑπελθὼν ἐκβαλεῖν ἱμείρεται, ὑφεὶς μάγον τοιόνδε μηχανορράφον, δόλιον ἀγύρτην, ὅστις ἐν τοῖς κέρδεσιν μόνον δέδορκε, τὴν τέχνην δ ἔφυ τυφλός.

ἡμῖν μὲν εἰκάζουσι καὶ τὰ τοῦδ ἔπη ὀργῇ λελέχθαι καὶ τά ς, Οἰδίπους, δοκεῖ, δεῖ δ οὐ τοιούτων, ἀλλ ὅπως τὰ τοῦ θεοῦ μαντεῖ ἄριστα λύσομεν, τόδε σκοπεῖν. ἐπεί, φέρ εἰπέ, ποῦ σὺ μάντις εἶ σαφής· πῶς οὐκ, ὅθ ἡ ῥαψῳδὸς ἐνθάδ ἦν κύων, ηὔδας τι τοῖσδ ἀστοῖσιν ἐκλυτήριον· καίτοι τό γ αἴνιγμ οὐχὶ τοὐπιόντος ἦν ἀνδρὸς διειπεῖν, ἀλλὰ μαντείας ἔδει: ἣν οὔτ ἀπ οἰωνῶν σὺ προυφάνης ἔχων οὔτ ἐκ θεῶν του γνωτόν: ἀλλ ἐγὼ μολών, ὁ μηδὲν εἰδὼς Οἰδίπους, ἔπαυσά νιν, γνώμῃ κυρήσας οὐδ ἀπ, οἰωνῶν μαθών: ὃν δὴ σὺ πειρᾷς ἐκβαλεῖν, δοκῶν θρόνοις παραστατήσειν τοῖς Κρεοντείοις πέλας. κλαίων δοκεῖς μοι καὶ σὺ χὠ συνθεὶς τάδε ἀγηλατήσειν: εἰ δὲ μὴ δόκεις γέρων εἶναι, παθὼν ἔγνως ἂν οἱά῀ περ φρονεῖς. εἰ καὶ τυραννεῖς, ἐξισωτέον τὸ γοῦν ἴς ἀντιλέξαι:

τοῦδε γὰρ κἀγὼ κρατῶ. οὐ γάρ τι σοὶ ζῶ δοῦλος, ἀλλὰ Λοξίᾳ: ὥστ οὐ Κρέοντος προστάτου γεγράψομαι. λέγω δ, ἐπειδὴ καὶ τυφλόν μ ὠνείδισας: σὺ καὶ δέδορκας κοὐ βλέπεις ἵν εἶ κακοῦ, οὐδ ἔνθα ναίεις, οὐδ ὅτων οἰκεῖς μέτα. ἆρ οἶσθ ἀφ ὧν εἶ· καὶ λέληθας ἐχθρὸς ὢν τοῖς σοῖσιν αὐτοῦ νέρθε κἀπὶ γῆς ἄνω, καί ς ἀμφιπλὴξ μητρός τε καὶ τοῦ σοῦ πατρὸς ἐλᾷ ποτ ἐκ γῆς τῆσδε δεινόπους ἀρά, βλέποντα νῦν μὲν ὄρθ, ἔπειτα δὲ σκότον. βοῆς δὲ τῆς σῆς ποῖος οὐκ ἔσται λιμήν, ποῖος Κιθαιρὼν οὐχὶ σύμφωνος τάχα, ὅταν καταίσθῃ τὸν ὑμέναιον, ὃν δόμοις ἄνορμον εἰσέπλευσας, εὐπλοίας τυχών· ἄλλων δὲ πλῆθος οὐκ ἐπαισθάνει κακῶν, ἅ ς ἐξισώσει σοί τε καὶ τοῖς σοῖς τέκνοις. πρὸς ταῦτα καὶ Κρέοντα καὶ τοὐμὸν στόμα προπηλάκιζε: σοῦ γὰρ οὐκ ἔστιν βροτῶν κάκιον ὅστις ἐκτριβήσεταί ποτε. ἦ ταῦτα δῆτ ἀνεκτὰ πρὸς τούτου κλύειν·

οὐκ εἰς ὄλεθρον· οὐχὶ θᾶσσον· οὐ πάλιν ἄψορρος οἴκων τῶνδ ἀποστραφεὶς ἄπει· οὐδ ἱκόμην ἔγωγ ἄν, εἰ σὺ μὴ κάλεις. οὐ γάρ τί ς ᾔδη μῶρα φωνήσοντ, ἐπεὶ σχολῇ ς ἂν οἴκους τοὺς ἐμοὺς ἐστειλάμην. ἡμεῖς τοιοίδ ἔφυμεν, ὡς μὲν σοὶ δοκεῖ, μῶροι, γονεῦσι δ, οἵ ς ἔφυσαν, ἔμφρονες. ποίοισι· μεῖνον, τίς δέ μ ἐκφύει βροτῶν· ἥδ ἡμέρα φύσει σε καὶ διαφθερεῖ. ὡς πάντ ἄγαν αἰνικτὰ κἀσαφῆ λέγεις. οὔκουν σὺ ταῦτ ἄριστος εὑρίσκειν ἔφυς· τοιαῦτ ὀνείδιζ, οἷς ἔμ εὑρήσεις μέγαν. αὕτη γε μέντοι ς ἡ τύχη διώλεσεν. ἀλλ εἰ πόλιν τήνδ ἐξέσως, οὔ μοι μέλει. ἄπειμι τοίνυν: καὶ σύ, παῖ, κόμιζέ με. κομιζέτω δῆθ: ὡς παρὼν σύ γ ἐμποδὼν ὀχλεῖς, συθείς τ ἂν οὐκ ἂν ἀλγύνοις πλέον. εἰπὼν ἄπειμ ὧν οὕνεκ, ἦλθον, οὐ τὸ σὸν δείσας πρόσωπον:

οὐ γὰρ ἔσθ ὅπου μ ὀλεῖς. λέγω δέ σοι: τὸν ἄνδρα τοῦτον, ὃν πάλαι ζητεῖς ἀπειλῶν κἀνακηρύσσων φόνον τὸν Λαΐειον, οὗτός ἐστιν ἐνθάδε, ξένος λόγῳ μέτοικος, εἶτα δ ἐγγενὴς φανήσεται Θηβαῖος, οὐδ ἡσθήσεται τῇ ξυμφορᾷ: τυφλὸς γὰρ ἐκ δεδορκότος καὶ πτωχὸς ἀντὶ πλουσίου ξένην ἔπι σκήπτρῳ προδεικνὺς γαῖαν ἐμπορεύσεται. φανήσεται δὲ παισὶ τοῖς αὑτοῦ ξυνὼν ἀδελφὸς αὑτὸς καὶ πατήρ, κἀξ ἧς ἔφυ γυναικὸς υἱὸς καὶ πόσις, καὶ τοῦ πατρὸς ὁμόσπορός τε καὶ φονεύς. καὶ ταῦτ ἰὼν εἴσω λογίζου: κἂν λάβῃς ἐψευσμένον, φάσκειν ἔμ ἤδη μαντικῇ μηδὲν φρονεῖν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION