- 텍스트

Sophocles, Oedipus Tyrannus, episode

(소포클레스, 오이디푸스 튀란노스, episode)

ὦ τέκνα, Κάδμου τοῦ πάλαι νέα τροφή, τίνας ποθ ἕδρας τάσδε μοι θοάζετε ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι·? πόλις δ ὁμοῦ μὲν θυμιαμάτων γέμει, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων: ἁγὼ δικαιῶν μὴ παρ ἀγγέλων, τέκνα, ἄλλων ἀκούειν αὐτὸς ὧδ ἐλήλυθα, ὁ πᾶσι κλεινὸς Οἰδίπους καλούμενος. ἀλλ ὦ γεραιέ, φράζ, ἐπεὶ πρέπων ἔφυς πρὸ τῶνδε φωνεῖν, τίνι τρόπῳ καθέστατε, δείσαντες ἢ στέρξαντες· ὡς θέλοντος ἂν ἐμοῦ προσαρκεῖν πᾶν: δυσάλγητος γὰρ ἂν εἰήν τοιάνδε μὴ οὐ κατοικτίρων ἕδραν. ἀλλ ὦ κρατύνων Οἰδίπους χώρας ἐμῆς, ὁρᾷς μὲν ἡμᾶς ἡλίκοι προσήμεθα βωμοῖσι τοῖς σοῖς:

οἱ μὲν οὐδέπω μακρὰν πτέσθαι σθένοντες, οἱ δὲ σὺν γήρᾳ βαρεῖς, ἱερῆς, ἐγὼ μὲν Ζηνός, οἵδε τ ᾐθέων λεκτοί: τὸ δ ἄλλο φῦλον ἐξεστεμμένον ἀγοραῖσι θακεῖ πρός τε Παλλάδος διπλοῖς ναοῖς, ἐπ Ἰσμηνοῦ τε μαντείᾳ σποδῷ. πόλις γάρ, ὥσπερ καὐτὸς εἰσορᾷς, ἄγαν ἤδη σαλεύει κἀνακουφίσαι κάρα βυθῶν ἔτ οὐχ οἱά τε φοινίου σάλου, φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός, φθίνουσα δ ἀγέλαις βουνόμοις τόκοισί τε ἀγόνοις γυναικῶν: ἐν δ ὁ πυρφόρος θεὸς σκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν, ὑφ οὗ κενοῦται δῶμα Καδμεῖον, μέλας δ Αἵδης στεναγμοῖς καὶ γόοις πλουτίζεται. θεοῖσι μέν νυν οὐκ ἰσούμενόν ς ἐγὼ οὐδ οἵδε παῖδες ἑζόμεσθ ἐφέστιοι, ἀνδρῶν δὲ πρῶτον ἔν τε συμφοραῖς βίου κρίνοντες ἔν τε δαιμόνων συναλλαγαῖς: ὅς γ ἐξέλυσας ἄστυ Καδμεῖον μολὼν σκληρᾶς ἀοιδοῦ δασμὸν ὃν παρείχομεν, καὶ ταῦθ ὑφ ἡμῶν οὐδὲν ἐξειδὼς πλέον οὐδ ἐκδιδαχθείς, ἀλλὰ προσθήκῃ θεοῦ λέγει νομίζει θ ἡμὶν ὀρθῶσαι βίον: νῦν τ, ὦ κράτιστον πᾶσιν Οἰδίπου κάρα, ἱκετεύομέν σε πάντες οἵδε πρόστροποι ἀλκήν τιν εὑρεῖν ἡμίν, εἴτε του θεῶν φήμην ἀκούσας εἴτ ἀπ ἀνδρὸς οἶσθά του: ὡς τοῖσιν ἐμπείροισι καὶ τὰς ξυμφορὰς ζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων. ἴθ, ὦ βροτῶν ἄριστ, ἀνόρθωσον πόλιν, ἴθ, εὐλαβήθηθ: ὡς σὲ νῦν μὲν ἥδε γῆ σωτῆρα κλῄζει τῆς πάρος προθυμίας: ἀρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνώμεθα στάντες τ ἐς ὀρθὸν καὶ πεσόντες ὕστερον. ἀλλ ἀσφαλείᾳ τήνδ ἀνόρθωσον πόλιν: ὄρνιθι γὰρ καὶ τὴν τότ αἰσίῳ τύχην παρέσχες ἡμῖν, καὶ τανῦν ἴσος γενοῦ. ὡς εἴπερ ἄρξεις τῆσδε γῆς, ὥσπερ κρατεῖς, ξὺν ἀνδράσιν κάλλιον ἢ κενῆς κρατεῖν: ὡς οὐδέν ἐστιν οὔτε πύργος οὔτε ναῦς ἔρημος ἀνδρῶν μὴ ξυνοικούντων ἔσω. ὦ παῖδες οἰκτροί, γνωτὰ κοὐκ ἄγνωτά μοι προσήλθεθ ἱμείροντες:

εὖ γὰρ οἶδ ὅτι νοσεῖτε πάντες, καὶ νοσοῦντες, ὡς ἐγὼ οὐκ ἔστιν ὑμῶν ὅστις ἐξ ἴσου νοσεῖ. τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕν ἔρχεται μόνον καθ αὑτὸν κοὐδέν ἄλλον, ἡ δ ἐμὴ ψυχὴ πόλιν τε κἀμὲ καὶ ς ὁμοῦ στένει. ὥστ οὐχ ὕπνῳ γ εὕδοντά μ ἐξεγείρετε, ἀλλ ἴστε πολλὰ μέν με δακρύσαντα δή, πολλὰς δ ὁδοὺς ἐλθόντα φροντίδος πλάνοις: ἣν δ εὖ σκοπῶν ηὑρ´ισκον ἰάσιν μόνην, ταύτην ἔπραξα: παῖδα γὰρ Μενοικέως Κρέοντ, ἐμαυτοῦ γαμβρόν, ἐς τὰ Πυθικὰ ἔπεμψα Φοίβου δώμαθ, ὡς πύθοιθ ὅ τι δρῶν ἢ τί φωνῶν τήνδε ῥυσαίμην πόλιν. καί μ ἦμαρ ἤδη ξυμμετρούμενον χρόνῳ λυπεῖ τί πράσσει: τοῦ γὰρ εἰκότος πέρα ἄπεστι πλείω τοῦ καθήκοντος χρόνου. ὅταν δ ἵκηται, τηνικαῦτ ἐγὼ κακὸς μὴ δρῶν ἂν εἰήν πάνθ ὅς ἂν δηλοῖ θεός. ἀλλ εἰς καλὸν σύ τ εἶπας οἵδε τ ἀρτίως Κρέοντα προσστείχοντα σημαίνουσί μοι.

ὦναξ Ἄπολλον, εἰ γὰρ ἐν τύχῃ γέ τῳ σωτῆρι βαίη λαμπρὸς ὥσπερ ὄμματι ἀλλ εἰκάσαι μέν, ἡδύς: οὐ γὰρ ἂν κάρα πολυστεφὴς ὧδ εἱρ῀πε παγκάρπου δάφνης. τάχ εἰσόμεσθα: ξύμμετρος γὰρ ὡς κλύειν. ἄναξ, ἐμὸν κήδευμα, παῖ Μενοικέως, τίν ἡμὶν ἥκεις τοῦ θεοῦ φήμην φέρων· ἐσθλήν: λέγω γὰρ καὶ τὰ δύσφορ, εἰ τύχοι κατ ὀρθὸν ἐξελθόντα, πάντ ἂν εὐτυχεῖν. ἔστιν δὲ ποῖον τοὔπος· οὔτε γὰρ θρασὺς οὔτ οὖν προδείσας εἰμὶ τῷ γε νῦν λόγῳ. εἰ τῶνδε χρῄζεις πλησιαζόντων κλύειν, ἕτοιμος εἰπεῖν, εἴτε καὶ στείχειν ἔσω. ἐς πάντας αὔδα: τῶνδε γὰρ πλέον φέρω τὸ πένθος ἢ καὶ τῆς ἐμῆς ψυχῆς πέρι. λέγοιμ ἂν οἷ ἤκουσα τοῦ θεοῦ πάρα. ἄνωγεν ἡμᾶς Φοῖβος ἐμφανῶς ἄναξ μίασμα χώρας, ὡς τεθραμμένον χθονὶ ἐν τῇδ, ἐλαύνειν μηδ ἀνήκεστον τρέφειν. ποίῳ καθαρμῷ· τίς ὁ τρόπος τῆς ξυμφορᾶς· ἀνδρηλατοῦντας ἢ φόνῳ φόνον πάλιν λύοντας, ὡς τόδ αἷμα χειμάζον πόλιν. ποίου γὰρ ἀνδρὸς τήνδε μηνύει τύχην·

ἦν ἡμίν, ὦναξ, Λάϊός ποθ ἡγεμὼν γῆς τῆσδε, πρὶν σὲ τήνδ ἀπευθύνειν πόλιν. ἔξοιδ ἀκούων: οὐ γὰρ εἰσεῖδόν γέ πω. τούτου θανόντος νῦν ἐπιστέλλει σαφῶς τοὺς αὐτοέντας χειρὶ τιμωρεῖν τινας. οἳ δ εἰσὶ ποῦ γῆς· ποῦ τόδ εὑρεθήσεται ἴχνος παλαιᾶς δυστέκμαρτον αἰτίας· ἐν τῇδ ἔφασκε γῇ: τὸ δὲ ζητούμενον ἁλωτόν, ἐκφεύγειν δὲ τἀμελούμενον. πότερα δ ἐν οἴκοις ἢ ν ἀγροῖς ὁ Λάϊος ἢ γῆς ἐπ ἄλλης τῷδε συμπίπτει φόνῳ· θεωρός, ὡς ἔφασκεν, ἐκδημῶν, πάλιν πρὸς οἶκον οὐκέθ ἵκεθ, ὡς ἀπεστάλη. οὐδ ἄγγελός τις οὐδὲ συμπράκτωρ ὁδοῦ κατεῖδ, ὅτου τις ἐκμαθὼν ἐχρήσατ ἄν· θνῄσκουσι γάρ, πλὴν εἷς τις, ὃς φόβῳ, φυγὼν ὧν εἶδε πλὴν ἓν οὐδὲν εἶχ εἰδὼς φράσαι. τὸ ποῖον· ἓν γὰρ πόλλ ἂν ἐξεύροι μαθεῖν, ἀρχὴν βραχεῖαν εἰ λάβοιμεν ἐλπίδος. λῃστὰς ἔφασκε συντυχόντας οὐ μιᾷ ῥώμῃ κτανεῖν νιν, ἀλλὰ σὺν πλήθει χερῶν. πῶς οὖν ὁ λῃστής, εἴ τι μὴ ξὺν ἀργύρῳ ἐπράσσετ ἐνθένδ, ἐς τόδ ἂν τόλμης ἔβη· δοκοῦντα ταῦτ ἦν: Λαΐου δ ὀλωλότος οὐδεὶς ἀρωγὸς ἐν κακοῖς ἐγίγνετο. κακὸν δὲ ποῖον ἐμποδών, τυραννίδος οὕτω πεσούσης, εἶργε τοῦτ ἐξειδέναι· ἡ ποικιλῳδὸς Σφὶγξ τὸ πρὸς ποσὶν σκοπεῖν μεθέντας ἡμᾶς τἀφανῆ προσήγετο. ἀλλ ἐξ ὑπαρχῆς αὖθις αὔτ ἐγὼ φανῶ:

ἐπαξίως γὰρ Φοῖβος, ἀξίως δὲ σὺ πρὸ τοῦ θανόντος τήνδ ἔθεσθ ἐπιστροφήν: ὥστ ἐνδίκως ὄψεσθε κἀμὲ σύμμαχον γῇ τῇδε τιμωροῦντα τῷ θεῷ θ ἅμα. ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων, ἀλλ αὐτὸς αὑτοῦ τοῦτ ἀποσκεδῶ μύσος. ὅστις γὰρ ἦν ἐκεῖνον ὁ κτανών, τάχ ἂν κἄμ ἂν τοιαύτῃ χειρὶ τιμωροῦνθ ἕλοι. κείνῳ προσαρκῶν οὖν ἐμαυτὸν ὠφελῶ. ἀλλ ὡς τάχιστα, παῖδες, ὑμεῖς μὲν βάθρων ἵστασθε, τούσδ ἄραντες ἱκτῆρας κλάδους, ἄλλος δὲ Κάδμου λαὸν ὧδ ἀθροιζέτω, ὡς πᾶν ἐμοῦ δράσοντος: ἢ γὰρ εὐτυχεῖς σὺν τῷ θεῷ φανούμεθ ἢ πεπτωκότες. ὦ παῖδες, ἱστώμεσθα: τῶνδε γὰρ χάριν καὶ δεῦρ ἔβημεν ὧν ὅδ ἐξαγγέλλεται. Φοῖβος δ ὁ πέμψας τάσδε μαντείας ἅμα σωτήρ δ ἵκοιτο καὶ νόσου παυστήριος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION