- 텍스트

Sophocles, Oedipus at Colonus, episode

(소포클레스, Oedipus at Colonus, episode)

καὶ μὴν ἄναξ ὅδ ἡμὶν Αἰγέως γόνος Θησεὺς κατ ὀμφὴν σὴν ἐφ ἁστάλη πάρα.? πολλῶν ἀκούων ἔν τε τῷ πάρος χρόνῳ τὰς αἱματηρὰς ὀμμάτων διαφθορὰς ἔγνωκά ς, ὦ παῖ Λαΐου, τανῦν θ ὁδοῖς ἐν ταῖσδ ἀκούων μᾶλλον ἐξεπίσταμαι. σκευή τε γάρ σε καὶ τὸ δύστηνον κάρα δηλοῦτον ἡμῖν ὄνθ ὃς εἶ, καί ς οἰκτίσας θέλω περέσθαι, δύσμορ Οἰδίπους, τίνα πόλεως ἐπέστης προστροπὴν ἐμοῦ τ ἔχων, αὐτός τε χἠ σὴ δύσμορος παραστάτις. δίδασκε: δεινὴν γάρ τιν ἂν πρᾶξιν τύχοις λέξας ὁποίας ἐξαφισταίμην ἐγώ, ὃς οἶδα καὐτὸς ὡς ἐπαιδεύθην ξένος, ὥσπερ σύ, χὢς εἷς πλεῖστ ἀνὴρ ἐπὶ ξένης ἤθλησα κινδυνεύματ ἐν τὠμῷ κάρᾳ: ὥστε ξένον γ ἂν οὐδέν ὄνθ, ὥσπερ σὺ νῦν, ὑπεκτραποίμην μὴ οὐ συνεκσῴζειν: ἐπεὶ ἔξοιδ ἀνὴρ ὢν χὤτι τῆς εἰς αὔριον οὐδὲν πλέον μοι σοῦ μέτεστιν ἡμέρας. Θησεῦ, τὸ σὸν γενναῖον ἐν σμικρῷ λόγῳ παρῆκεν, ὥστε βραχέα μοι δεῖσθαι φράσαι. σὺ γάρ μ ὅς εἰμι κἀφ ὅτου πατρὸς γεγὼς καὶ γῆς ὁποίας ἦλθον, εἰρηκὼς κυρεῖς: ὥστ ἐστί μοι τὸ λοιπὸν οὐδὲν ἄλλο πλὴν εἰπεῖν ἃ χρῄζω, χὠ λόγος διοίχεται. τοῦτ αὐτὸ νῦν δίδασχ, ὅπως ἂν ἐκμάθω. δώσων ἱκάνω τοὐμὸν ἄθλιον δέμας σοὶ δῶρον, οὐ σπουδαῖον εἰς ὄψιν: τὰ δὲ κέρδη παρ αὐτοῦ κρείσσον ἢ μορφὴ καλή. ποῖον δὲ κέρδος ἀξιοῖς ἥκειν φέρων· χρόνῳ μάθοις ἄν, οὐχὶ τῷ παρόντι που. ποίῳ γὰρ ἡ σὴ προσφορὰ δηλώσεται· ὅταν θάνω γὼ καὶ σύ μου ταφεὺς γένῃ τὰ λοίσθι αἰτεῖ τοῦ βίου, τὰ δ ἐν μέσῳ ἢ λῆστιν ἴσχεις ἢ δι οὐδενὸς ποεῖ. ἐνταῦθα γάρ μοι κεῖνα συγκομίζεται. ἀλλ ἐν βραχεῖ δὴ τήνδε μ ἐξαιτεῖ χάριν. ὁρ´α γε μήν: οὐ σμικρός, οὔχ, ἁγὼν ὅδε. πότερα τὰ τῶν σῶν ἐκγόνων κἀμοῦ λέγεις· - κεῖνοι κομίζειν κεῖς ἄναξ, χρῄζουσί με. ἀλλ εἰ θέλοντά γ οὐδὲ σοὶ φεύγειν καλόν. ἀλλ οὐδ, ὅτ αὐτὸς ἤθελον, παρίεσαν. ὦ μῶρε, θυμὸς δ ἐν κακοῖς οὐ ξύμφορον. ὅταν μάθῃς μου, νουθέτει, τανῦν δ ἐά. δίδασκ: ἄνευ γνώμης γὰρ οὔ με χρὴ λέγειν. πέπονθα, Θησεῦ, δεινὰ πρὸς κακοῖς κακά. ἦ τὴν παλαιὰν ξυμφορὰν γένους ἐρεῖς· οὐ δῆτ, ἐπεὶ πᾶς τοῦτό γ Ἑλλήνων θροεῖ. τί γὰρ τὸ μεῖζον ἢ κατ ἄνθρωπον νοσεῖς· οὕτως ἔχει μοι. γῆς ἐμῆς ἀπηλάθην πρὸς τῶν ἐμαυτοῦ σπερμάτων: ἔστιν δέ μοι πάλιν κατελθεῖν μήποθ, ὡς πατροκτόνῳ. πῶς δῆτα ς ἂν πεμψαίαθ, ὥστ οἰκεῖν δίχα· τὸ θεῖον αὐτοὺς ἐξαναγκάσει στόμα. ποῖον πάθος δείσαντας ἐκ χρηστηρίων· ὅτι σφ ἀνάγκη τῇδε πληγῆναι χθονί. καὶ πῶς γένοιτ ἂν τἀμὰ κἀκείνων πικρά· ὦ φίλτατ Αἰγέως παῖ, μόνοις οὐ γίγνεται θεοῖσι γῆρας οὐδὲ κατθανεῖν ποτε.

τὰ δ ἄλλα συγχεῖ πάνθ ὁ παγκρατὴς χρόνος. φθίνει μὲν ἰσχὺς γῆς, φθίνει δὲ σώματος, θνῄσκει δὲ πίστις, βλαστάνει δ ἀπιστία, καὶ πνεῦμα ταὐτὸν οὔποτ οὔτ ἐν ἀνδράσιν φίλοις βέβηκεν οὔτε πρὸς πόλιν πόλει. τοῖς μὲν γὰρ ἤδη, τοῖς δ ἐν ὑστέρῳ χρόνῳ τὰ τερπνὰ πικρὰ γίγνεται καὖθις φίλα. καὶ ταῖσι Θήβαις εἰ τανῦν εὐημερεῖ καλῶς τὰ πρὸς σέ, μυρίας ὁ μυρίος χρόνος τεκνοῦται νύκτας ἡμέρας τ ἰών, ἐν αἷς τὰ νῦν ξύμφωνα δεξιώματα δόρει διασκεδῶσιν ἐκ σμικροῦ λόγου: ἵν οὑμὸς εὕδων καὶ κεκρυμμένος νέκυς ψυχρός ποτ αὐτῶν θερμὸν αἷμα πίεται, εἰ Ζεὺς ἔτι Ζεὺς χὠ Διὸς Φοῖβος σαφής. ἀλλ οὐ γὰρ αὐδᾶν ἡδὺ τἀκίνητ ἔπη, ἐά μ ἐν οἷσιν ἠρξάμην, τὸ σὸν μόνον πιστὸν φυλάσσων, κοὔποτ Οἰδίπουν ἐρεῖς ἀχρεῖον οἰκητῆρα δέξασθαι τόπων τῶν ἐνθάδ, εἴπερ μὴ θεοὶ ψεύσουσί με. ἄναξ, πάλαι καὶ ταῦτα καὶ τοιαῦτ ἔπη γῇ τῇδ ὅδ ἁνὴρ ὡς τελῶν ἐφαίνετο. τίς δῆτ ἂν ἀνδρὸς εὐμένειαν ἐκβάλοι τοιοῦδ, ὅτῳ πρῶτον μὲν ἡ δορύξενος κοινή παρ ἡμῖν αἰέν ἐστιν ἑστία· ἔπειτα δ ἱκέτης δαιμόνων ἀφιγμένος γῇ τῇδε κἀμοὶ δασμὸν οὐ σμικρὸν τίνει. ἁγὼ σεβισθεὶς οὔποτ ἐκβαλῶ χάριν τὴν τοῦδε, χώρᾳ δ ἔμπολιν κατοικιῶ. εἰ δ ἐνθάδ ἡδὺ τῷ ξένῳ μίμνειν, σέ νιν τάξω φυλάσσειν, εἴτ ἐμοῦ στείχειν μέτα, τόδ ἡδύ, τούτων, Οἰδίπους, δίδωμί σοι κρίναντι χρῆσθαι: τῇδε γὰρ ξυνοίσομαι. ὦ Ζεῦ, διδοίης τοῖσι τοιούτοισιν εὖ.

τί δῆτα χρῄζεις· ἦ δόμους στείχειν ἐμούς· εἴ μοι θέμις γ ἦν: ἀλλ ὁ χῶρός ἐσθ ὅδε, ἐν ᾧ τί πράξεις· οὐ γὰρ ἀντιστήσομαι. ἐν ᾧ κρατήσω τῶν ἔμ ἐκβεβληκότων. μέγ ἂν λέγοις δώρημα τῆς συνουσίας. εἰ σοί γ ἅπερ φῂς ἐμμενεῖ τελοῦντί μοι. θάρσει τὸ τοῦδέ γ ἀνδρός: οὔ σε μὴ προδῶ. οὔτοι ς ὑφ ὁρ´κου γ ὡς κακὸν πιστώσομαι. οὔκουν πέρα γ ἂν οὐδὲν ἢ λόγῳ φέροις. πῶς οὖν ποήσεις· τοῦ μάλιστ ὄκνος ς ἔχει· ἥξουσιν ἄνδρες ἀλλὰ τοῖσδ ἔσται μέλον. ὁρ´α με λείπων μὴ δίδασχ ἃ χρή με δρᾶν. ὀκνοῦντ ἀνάγκη. τοὐμὸν οὐκ ὀκνεῖ κέαρ. οὐκ οἶσθ ἀπειλὰς οἶδ ἐγώ σε μή τινα ἐνθένδ ἀπάξοντ ἄνδρα πρὸς βίαν ἐμοῦ. πολλαὶ δ ἀπειλαὶ πολλὰ δὴ μάτην ἔπη θυμῷ κατηπείλησαν, ἀλλ ὁ νοῦς ὅταν αὑτοῦ γένηται, φροῦδα τἀπειλήματα. κείνοις δ ἴσως κεἰ δείν ἐπερρώσθη λέγειν τῆς σῆς ἀγωγῆς, οἶδ ἐγώ, φανήσεται μακρὸν τὸ δεῦρο πέλαγος οὐδὲ πλώσιμον. θαρσεῖν μὲν οὖν ἔγωγε κἂν ἐμῆς ἄνευ γνώμης ἐπαινῶ, Φοῖβος εἰ προὔπεμψέ σε: ὅμως δὲ κἀμοῦ μὴ παρόντος οἶδ ὅτι τοὐμὸν φυλάξει ς ὄνομα μὴ πάσχειν κακῶς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION