- 텍스트

Sophocles, Oedipus at Colonus, episode

(소포클레스, Oedipus at Colonus, episode)

τέκνον τυφλοῦ γέροντος Ἀντιγόνη, τίνας χώρους ἀφίγμεθ ἢ τίνων ἀνδρῶν πόλιν·? τίς τὸν πλανήτην Οἰδίπουν καθ ἡμέραν τὴν νῦν σπανιστοῖς δέξεται δωρήμασιν· σμικρὸν μὲν ἐξαιτοῦντα, τοῦ σμικροῦ δ ἔτι μεῖον φέροντα, καὶ τόδ ἐξαρκοῦν ἐμοί: στέργειν γὰρ αἱ πάθαι με χὠ χρόνος ξυνὼν μακρὸς διδάσκει καὶ τὸ γενναῖον τρίτον. ἀλλ, ὦ τέκνον, θάκησιν εἴ τινα βλέπεις ἢ πρὸς βεβήλοις ἢ πρὸς ἄλσεσιν θεῶν, στῆσόν με κἀξίδρυσον, ὡς πυθώμεθα ὅπου ποτ ἐσμέν: μανθάνειν γὰρ ἥκομεν ξένοι πρὸς ἀστῶν, ἃν δ ἀκούσωμεν τελεῖν. πάτερ ταλαίπωρ Οἰδίπους, πύργοι μέν, οἳ πόλιν στέγουσιν, ὡς ἀπ ὀμμάτων, πρόσω: χῶρος δ ὅδ ἱερός, ὡς ἀπεικάσαι, βρύων δάφνης, ἐλαίας, ἀμπέλου: πυκνόπτεροι δ εἴσω κατ αὐτὸν εὐστομοῦς ἀηδόνες: οὗ κῶλα κάμψον τοῦδ ἐπ ἀξέστου πέτρου: μακρὰν γὰρ ὡς γέροντι προὐστάλης ὁδόν. κάθιζέ νύν με καὶ φύλασσε τὸν τυφλόν. χρόνου μὲν οὕνεκ οὐ μαθεῖν με δεῖ τόδε. ἔχεις διδάξαι δή μ ὅποι καθέσταμεν· τὰς γοῦν Ἀθήνας οἶδα, τὸν δὲ χῶρον οὔ. πᾶς γάρ τις ηὔδα τοῦτό γ ἡμὶν ἐμπόρων. ἀλλ ὅστις ὁ τόπος ἦ μάθω μολοῦσά ποι· ναί, τέκνον, εἴπερ ἐστί γ ἐξοικήσιμος. ἀλλ ἐστὶ μὴν οἰκητός: οἰόμαι δὲ δεῖν οὐδέν: πέλας γὰρ ἄνδρα τόνδε νῷν ὁρῶ. ἦ δεῦρο προσστείχοντα κἀξορμώμενον· καὶ δὴ μὲν οὖν παρόντα: χὤ τί σοι λέγειν εὔκαιρόν ἐστιν, ἔννεφ, ὡς ἀνὴρ ὅδε. ὦ ξεῖν, ἀκούων τῆσδε τῆς ὑπέρ τ ἐμοῦ αὑτῆς θ ὁρώσης, οὕνεχ ἡμὶν αἴσιος σκοπὸς προσήκεις ὧν ἀδηλοῦμεν φράσαι - πρὶν νῦν τὰ πλείον ἱστορεῖν, ἐκ τῆσδ ἕδρας ἔξελθ:

ἔχεις γὰρ χῶρον οὐχ ἁγνὸν πατεῖν. τίς δ ἔσθ ὁ χῶρος· τοῦ θεῶν νομίζεται· ἄθικτος οὐδ οἰκητός: αἱ γὰρ ἔμφοβοι θεαί σφ ἔχουσι, Γῆς τε καὶ Σκότου κόραι. τίνων τὸ σεμνὸν ὄνομ ἂν εὐξαίμην κλύων· τὰς πάνθ ὁρώσας Εὐμενίδας ὅ γ ἐνθάδ ἂν εἴποι λεώς νιν: ἄλλα δ ἀλλαχοῦ καλά. ἀλλ ἵλεῳ μὲν τὸν ἱκέτην δεξαίατο: ὡς οὐχ ἕδρας γῆς τῆσδ ἂν ἐξέλθοιμ ἔτι. τί δ ἐστὶ τοῦτο· ξυμφορᾶς ξύνθημ ἐμῆς. ἀλλ οὐδ ἐμοί τοι τοὐξανιστάναι πόλεως δίχ ἐστὶ θάρσος, πρίν γ ἂν ἐνδείξω τί δρῶ. πρός νυν θεῶν, ὦ ξεῖνε, μή μ ἀτιμάσῃς, τοιόνδ ἀλήτην, ὧν σε προστρέπω φράσαι. σήμαινε, κοὐκ ἄτιμος ἔκ γ ἐμοῦ φανεῖ. τίς ἔσθ ὁ χῶρος δῆτ, ἐν ᾧ βεβήκαμεν· ὅς οἶδα κἀγὼ πάντ ἐπιστήσει κλύων: χῶρος μὲν ἱερὸς πᾶς ὅδ ἔστ: ἔχει δέ νιν σεμνὸς Ποσειδῶν: ἐν δ ὁ πυρφόρος θεὸς Τιτὰν Προμηθεύς: ὃν δ ἐπιστείβεις τόπον, χθονὸς καλεῖται τῆσδε χαλκόπους ὀδός, ἔρεισμ Ἀθηνῶν: οἱ δὲ πλησίοι γύαι τόνδ ἱππότην Κολωνὸν εὔχονται σφίσιν ἀρχηγὸν εἶναι καὶ φέρουσι τοὔνομα τὸ τοῦδε κοινὸν πάντες ὠνομασμένοι. τοιαῦτά σοι ταῦτ ἐστίν, ὦ ξέν, οὐ λόγοις τιμώμεν, ἀλλὰ τῇ ξυνουσίᾳ πλέον. ἦ γάρ τινες ναίουσι τούσδε τοὺς τόπους· καὶ κάρτα, τοῦδε τοῦ θεοῦ γ ἐπώνυμοι. ἄρχει τις αὐτῶν ἢ πὶ τῷ πλήθει λόγος· ἐκ τοῦ κατ ἄστυ βασιλέως τάδ ἄρχεται. οὗτος δὲ τίς λόγῳ τε καὶ σθένει κρατεῖ· Θησεὺς καλεῖται, τοῦ πρὶν Αἰγέως τόκος. ἆρ ἄν τις αὐτῷ πομπὸς ἐξ ὑμῶν μόλοι· ὡς πρὸς τί λέξων ἢ καταρτύσων μολεῖν· ὡς ἂν προσαρκῶν σμικρὰ κερδάνῃ μέγα. καὶ τίς πρὸς ἀνδρὸς μὴ βλέποντος ἄρκεσις· ὅς ἂν λέγωμεν πάνθ ὁρῶντα λέξομεν. οἶσθ, ὦ ξέν, ὡς νῦν μὴ σφαλῇς·

ἐπείπερ εἰ γενναῖος, ὡς ἰδόντι, πλὴν τοῦ δαίμονος, αὐτοῦ μέν οὗπερ κἀφάνης, ἑώς ἐγὼ τοῖς ἐνθάδ αὐτοῦ μὴ κατ ἄστυ δημόταις λέξω τάδ ἐλθών: οἵδε γὰρ κρινοῦσί σοι εἰ χρή σε μίμνειν ἢ πορεύεσθαι πάλιν. ὦ τέκνον, ἦ βέβηκεν ἡμὶν ὁ ξένος· βέβηκεν, ὥστε πᾶν ἐν ἡσύχῳ, πάτερ, ἔξεστι φωνεῖν, ὡς ἐμοῦ μόνης πέλας. ὦ πότνιαι δεινῶπες, εὖτε νῦν ἕδρας πρώτων ἐφ ὑμῶν τῆσδε γῆς ἔκαμψ ἐγώ, Φοίβῳ τε κἀμοὶ μὴ γένησθ ἀγνώμονες, ὅς μοι, τὰ πόλλ ἐκεῖν ὅτ ἐξέχρη κακά, ταύτην ἔλεξε παῦλαν ἐν χρόνῳ μακρῷ, ἐλθόντι χώραν τερμίαν, ὅπου θεῶν σεμνῶν ἕδραν λάβοιμι καὶ ξενόστασιν, ἐνταῦθα κάμψειν τὸν ταλαίπωρον βίον, κέρδη μὲν οἰκήσαντα τοῖς δεδεγμένοις, ἄτην δὲ τοῖς πέμψασιν, οἵ μ ἀπήλασαν: σημεῖα δ ἥξειν τῶνδέ μοι παρηγγύα, ἢ σεισμὸν ἢ βροντήν τιν ἢ Διὸς σέλας, ἔγνωκα μέν νυν ὥς με τήνδε τὴν ὁδὸν οὐκ ἔσθ ὅπως οὐ πιστὸν ἐξ ὑμῶν πτερὸν ἐξήγαγ εἰς τόδ ἄλσος: οὐ γὰρ ἄν ποτε πρώταισιν ὑμῖν ἀντέκυρς ὁδοιπορῶν, νήφων ἀοίνοις, κἀπὶ σεμνὸν ἑζόμην βάθρον τόδ ἀσκέπαρνον. ἀλλά μοι, θεαί, βίου κατ ὀμφὰς τὰς Ἀπόλλωνος δότε πέρασιν ἤδη καὶ καταστροφήν τινα, εἰ μὴ δοκῶ τι μειόνως ἔχειν, ἀεὶ μόχθοις λατρεύων τοῖς ὑπερτάτοις βροτῶν. ἴτ, ὦ γλυκεῖαι παῖδες ἀρχαίου Σκότου, ἴτ, ὦ μεγίστης Παλλάδος καλούμεναι πασῶν Ἀθῆναι τιμιωτάτη πόλις, οἰκτίρατ ἀνδρὸς Οἰδίπου τόδ ἄθλιον εἴδωλον: οὐ γὰρ δὴ τόδ ἀρχαῖον δέμας. σίγα: πορεύονται γὰρ οἵδε δή τινες χρόνῳ παλαιοί, σῆς ἕδρας ἐπίσκοποι. σιγήσομαί τε καὶ σύ μ ἐξ ὁδοῦ πόδα κρύψον κατ ἄλσος, τῶνδ ἑώς ἂν ἐκμάθω τίνας λόγους ἐροῦσιν: ἐν γὰρ τῷ μαθεῖν ἔνεστιν ηὑλάβεια τῶν ποιουμένων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION