호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἆρ, ὦ γυναῖκες, ὀρθά τ εἰσηκούσαμεν ὀρθῶς θ ὁδοιποροῦμεν ἔνθα χρῄζομεν·? τί δ ἐξερευνᾷς καὶ τί βουληθεὶς πάρει· Αἴγισθον ἔνθ ᾤκηκεν ἱστορῶ πάλαι. ἀλλ εὖ θ ἱκάνεις χὠ φράσας ἀζήμιος. τίς οὖν ἂν ὑμῶν τοῖς ἔσω φράσειεν ἂν ἡμῶν ποθεινὴν κοινόπουν παρουσίαν· ἥδ, εἰ τὸν ἄγχιστόν γε κηρύσσειν χρεών. ἴθ, ὦ γύναι, δήλωσον εἰσελθοῦς ὅτι Φωκῆς ματεύους ἄνδρες Αἴγισθόν τινες, οἴμοι τάλαιν, οὐ δή ποθ ἧς ἠκούσαμεν φήμης φέροντες ἐμφανῆ τεκμήρια· οὐκ οἶδα τὴν σὴν κληδόν: ἀλλά μοι γέρων ἐφεῖτ Ὀρέστου Στρόφιος ἀγγεῖλαι πέρι. τί δ ἔστιν, ὦ ξέν· ὥς μ ὑπέρχεται φόβος. φέροντες αὐτοῦ σμικρὰ λείψαν ἐν βραχεῖ τεύχει θανόντος, ὡς ὁρᾷς, κομίζομεν. οἲ γὼ τάλαινα, τοῦτ ἐκεῖν ἤδη σαφὲς πρόχειρον ἄχθος, ὡς ἐοίκε, δέρκομαι. εἴπερ τι κλαίεις τῶν Ὀρεστείων κακῶν, τόδ ἄγγος ἴσθι σῶμα τοὐκείνου στέγον. ὦ ξεῖνε, δός νυν, πρὸς θεῶν, εἴπερ τόδε κέκευθεν αὐτὸν τεῦχος, εἰς χεῖρας λαβεῖν, ὅπως ἐμαυτὴν καὶ γένος τὸ πᾶν ὁμοῦ ξὺν τῇδε κλαύσω κἀποδύρωμαι σποδῷ. δόθ, ἥτις ἐστί, προσφέροντες: οὐ γὰρ ὡς ἐν δυσμενείᾳ γ οὖς ἐπαιτεῖται τάδε, ἀλλ ἢ φίλων τις ἢ πρὸς αἵματος φύσιν. ὦ φιλτάτου μνημεῖον ἀνθρώπων ἐμοὶ ψυχῆς Ὀρέστου λοιπόν, ὥς ς ἀπ ἐλπίδων οὐχ ὧνπερ ἐξέπεμπον εἰσεδεξάμην.
νῦν μὲν γὰρ οὐδὲν ὄντα βαστάζω χεροῖν, δόμων δέ ς, ὦ παῖ, λαμπρὸν ἐξέπεμψ ἐγώ. ὡς ὤφελον πάροιθεν ἐκλιπεῖν βίον, πρὶν ἐς ξένην σε γαῖαν ἐκπέμψαι χεροῖν κλέψασα ταῖνδε κἀνασώσασθαι φόνου, ὅπως θανὼν ἔκεισο τῇ τόθ ἡμέρᾳ, τύμβου πατρῴου κοινὸν εἰληχὼς μέρος. νῦν δ ἐκτὸς οἴκων κἀπὶ γῆς ἄλλης φυγὰς κακῶς ἀπώλου, σῆς κασιγνήτης δίχα, κοὔτ ἐν φίλαισι χερσὶν ἡ τάλαιν ἐγὼ λουτροῖς ς ἐκόσμης οὔτε παμφλέκτου πυρὸς ἀνειλόμην, ὡς εἰκός, ἄθλιον βάρος, ἀλλ ἐν ξέναισι χερσὶ κηδευθεὶς τάλας σμικρὸς προσήκεις ὄγκος ἐν σμικρῷ κύτει. οἴμοι τάλαινα τῆς ἐμῆς πάλαι τροφῆς ἀνωφελήτου, τὴν ἐγὼ θάμ ἀμφὶ σοὶ πόνῳ γλυκεῖ παρέσχον: οὔτε γάρ ποτε μητρὸς σύ γ ἦσθα μᾶλλον ἢ κἀμοῦ φίλος, οὔθ οἱ κατ οἶκον ἦσαν, ἀλλ ἐγὼ τροφός, ἐγὼ δ ἀδελφὴ σοὶ προσηυδώμην ἀεί. νῦν δ ἐκλέλοιπε ταῦτ ἐν ἡμέρᾳ μιᾷ θανόντι σὺν σοί: πάντα γὰρ συναρπάσας θύελλ ὅπως βέβηκας. οἴχεται πατήρ: τέθνηκ ἐγὼ σοί: φροῦδος αὐτὸς εἶ θανών: γελῶσι δ ἐχθροί: μαίνεται δ ὑφ ἡδονῆς μήτηρ ἀμήτωρ, ἧς ἐμοὶ σὺ πολλάκις φήμας λάθρᾳ προύπεμπες ὡς φανούμενος τιμωρὸς αὐτός. ἀλλὰ ταῦθ ὁ δυστυχὴς δαίμων ὁ σός τε κἀμὸς ἐξαφείλετο, ὅς ς ὧδέ μοι προύπεμψεν ἀντὶ φιλτάτης μορφῆς σποδόν τε καὶ σκιὰν ἀνωφελῆ. οἴμοι μοι.
ὦ δέμας οἰκτρόν. φεῦ φεῦ. ὦ δεινοτάτας, οἴμοι μοι, πεμφθεὶς κελεύθους, φίλταθ, ὥς μ ἀπώλεσας: ἀπώλεσας δῆτ, ὦ κασίγνητον κάρα. τοιγὰρ σὺ δέξαι μ ἐς τὸ σὸν τόδε στέγος, τὴν μηδὲν εἰς τὸ μηδέν, ὡς σὺν σοὶ κάτω ναίω τὸ λοιπόν: καὶ γὰρ ἡνίκ ἦσθ ἄνω, ξὺν σοὶ μετεῖχον τῶν ἴσων, καὶ νῦν ποθῶ τοῦ σοῦ θανοῦσα μὴ ἀπολείπεσθαι τάφου. τοὺς γὰρ θανόντας οὐχ ὁρῶ λυπουμένους. θνητοῦ πέφυκας πατρός, Ἠλέκτρα, φρόνει, θνητὸς δ Ὀρέστης.
ὥστε μὴ λίαν στένε. πᾶσιν γὰρ ἡμῖν τοῦτ ὀφείλεται παθεῖν. φεῦ φεῦ. τί λέξω· ποῖ λόγων ἀμηχανῶν ἔλθω· κρατεῖν γὰρ οὐκέτι γλώσσης σθένω. τί δ ἔσχες ἄλγος· πρὸς τί τοῦτ εἰπὼν κυρεῖς· ἦ σὸν τὸ κλεινὸν εἶδος Ἠλέκτρας τόδε· τόδ ἔστ ἐκεῖνο, καὶ μάλ ἀθλίως ἔχον. οἴμοι ταλαίνης ἆρα τῆσδε συμφορᾶς. οὐ δή ποτ, ὦ ξέν, ἀμφ ἐμοὶ στένεις τάδε· ὦ σῶμ ἀτίμως κἀθέως ἐφθαρμένον. οὔτοι ποτ ἄλλην ἢ μὲ δυσφημεῖς, ξένε. φεῦ τῆς ἀνύμφου δυσμόρου τε σῆς τροφῆς, τί δή ποτ, ὦ ξέν, ὧδ ἐπισκοπῶν στένεις· ὡς οὐκ ἄρ ᾔδη τῶν ἐμῶν οὐδὲν κακῶν. ἐν τῷ διέγνως τοῦτο τῶν εἰρημένων· ὁρῶν σε πολλοῖς ἐμπρέπουσαν ἄλγεσιν. καὶ μὴν ὁρᾷς γε παῦρα τῶν ἐμῶν κακῶν. καὶ πῶς γένοιτ ἂν τῶνδ ἔτ ἐχθίω βλέπειν· ὁθούνεκ εἰμὶ τοῖς φονεῦσι σύντροφος τοῖς τοῦ· πόθεν τοῦτ ἐξεσήμηνας κακόν· τοῖς πατρός: εἶτα τοῖσδε δουλεύω βίᾳ. τίς γάρ ς ἀνάγκῃ τῇδε προτρέπει βροτῶν· μήτηρ καλεῖται, μητρὶ δ οὐδὲν ἐξισοῖ. τί δρῶσα· πότερα χερσὶν ἢ λύμῃ βίου· καὶ χερσὶ καὶ λύμαισι καὶ πᾶσιν κακοῖς. οὐδ οὑπαρήξων οὐδ ὁ κωλύσων πάρα· οὐ δῆθ. ὃς ἦν γάρ μοι σὺ προὔθηκας σποδόν. ὦ δύσποτμ, ὡς ὁρῶν ς ἐποικτίρω πάλαι. μόνος βροτῶν νυν ἴσθ ἐποικτίρας ποτέ.
μόνος γὰρ ἥκω τοῖς ἴσοις ἀλγῶν κακοῖς. οὐ δή ποθ ἡμῖν ξυγγενὴς ἥκεις ποθέν· ἐγὼ φράσαιμ ἄν, εἰ τὸ τῶνδ εὔνουν πάρα. ἀλλ ἐστὶν εὔνουν, ὥστε πρὸς πιστὰς ἐρεῖς. μέθες τόδ ἄγγος νῦν, ὅπως τὸ πᾶν μάθῃς. μὴ δῆτα πρὸς θεῶν τοῦτό μ ἐργάσῃ, ξένε. πείθου λέγοντι κοὐχ ἁμαρτήσει ποτέ. μή, πρὸς γενείου, μὴ ξέλῃ τὰ φίλτατα. οὔ φημ ἐάσειν. ὦ τάλαιν ἐγὼ σέθεν, Ὀρέστα, τῆς σῆς εἰ στερήσομαι ταφῆς. εὔφημα φώνει: πρὸς δίκης γὰρ οὐ στένεις. πῶς τὸν θανόντ ἀδελφὸν οὐ δίκῃ στένω· οὔ σοι προσήκει τήνδε προσφωνεῖν φάτιν. οὕτως ἄτιμός εἰμι τοῦ τεθνηκότος· ἄτιμος οὐδενὸς σύ: τοῦτο δ οὐχὶ σόν. εἴπερ γ Ὀρέστου σῶμα βαστάζω τόδε· ἀλλ οὐκ Ὀρέστου, πλὴν λόγῳ γ ἠσκημένον. ποῦ δ ἔστ ἐκείνου τοῦ ταλαιπώρου τάφος· οὐκ ἔστι: τοῦ γὰρ ζῶντος οὐκ ἔστιν τάφος. πῶς εἶπας, ὦ παῖ· ψεῦδος οὐδὲν ὧν λέγω. ἦ ζῇ γὰρ ἁνήρ· εἴπερ ἔμψυχός γ ἐγώ. ἦ γὰρ σὺ κεῖνος· τήνδε προσβλέψασά μου σφραγῖδα πατρὸς ἔκμαθ εἰ σαφῆ λέγω. ὦ φίλτατον φῶς. φίλτατον, συμμαρτυρῶ. ὦ φθέγμ, ἀφίκου· μηκέτ ἄλλοθεν πύθῃ, ἔχω σε χερσίν· ὡς τὰ λοίπ ἔχοις ἀεί. ὦ φίλταται γυναῖκες, ὦ πολίτιδες, ὁρᾶτ Ὀρέστην τόνδε, μηχαναῖσι μὲν θανόντα, νῦν δὲ μηχαναῖς σεσωσμένον. ὁρῶμεν, ὦ παῖ, κἀπὶ συμφοραῖσί μοι γεγηθὸς ἑρ´πει δάκρυον ὀμμάτων ἄπο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기