호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὑφ ἡδονῆς τοι, φιλτάτη, διώκομαι τὸ κόσμιον μεθεῖσα σὺν τάχει μολεῖν:? φέρω γὰρ ἡδονάς τε κἀνάπαυλαν ὧν πάροιθεν εἶχες καὶ κατέστενες κακῶν πόθεν δ ἂν εὑρ´οις τῶν ἐμῶν σὺ πημάτων ἄρηξιν, οἷς ἰάσιν οὐκ ἔνεστ ἰδεῖν· πάρεστ Ὀρέστης ἡμίν, ἴσθι τοῦτ ἐμοῦ κλύους, ἐναργῶς, ὥσπερ εἰσορᾷς ἐμέ. ἀλλ ἦ μέμηνας, ὦ τάλαινα, κἀπὶ τοῖς σαυτῆς κακοῖσι κἀπὶ τοῖς ἐμοῖς γελᾷς· μὰ τὴν πατρῴαν ἑστίαν, ἀλλ οὐχ ὕβρει λέγω τάδ, ἀλλ ἐκεῖνον ὡς παρόντα νῷν. οἴμοι τάλαινα: καὶ τίνος βροτῶν λόγον τόνδ εἰσακούσας ὧδε πιστεύεις ἄγαν· ἐγὼ μὲν ἐξ ἐμοῦ τε κοὐκ ἄλλης, σαφῆ σημεῖ ἰδοῦσα, τῷδε πιστεύω λόγῳ. τίν, ὦ τάλαιν, ἔχουσα πίστιν· ἐς τί μοι βλέψασα θάλπει τῷδ ἀνηκέστῳ πυρί· πρός νυν θεῶν ἄκουσον, ὡς μαθοῦσά μου τὸ λοιπὸν ἢ φρονοῦσαν ἢ μωρὰν λέγῃς. σὺ δ οὖν λέγ, εἴ σοι τῷ λόγῳ τις ἡδονή. καὶ δὴ λέγω σοι πᾶν ὅσον κατειδόμην.
ἐπεὶ γὰρ ἦλθον πατρὸς ἀρχαῖον τάφον, ὁρῶ κολώνης ἐξ ἄκρας νεορρύτους πηγὰς γάλακτος καὶ περιστεφῆ κύκλῳ πάντων ὅς ἐστὶν ἀνθέων θήκην πατρός. ἰδοῦσα δ ἔσχον θαῦμα, καὶ περισκοπῶ μή πού τις ἡμῖν ἐγγὺς ἐγχρίμπτῃ βροτῶν. ὡς δ ἐν γαλήνῃ πάντ ἐδερκόμην τόπον, τύμβου προσεῖρπον ἆσσον: ἐσχάτης δ ὁρῶ πυρᾶς νεώρη βόστρυχον τετμημένον: κεὐθὺς τάλαιν ὡς εἶδον, ἐμπαίει τί μοι ψυχῇ σύνηθες ὄμμα, φιλτάτου βροτῶν πάντων Ὀρέστου τοῦθ ὁρᾶν τεκμήριον: καὶ χερσὶ βαστάσασα δυσφημῶ μὲν οὔ, χαρᾷ δὲ πίμπλημ εὐθὺς ὄμμα δακρύων. καὶ νῦν θ ὁμοίως καὶ τότ ἐξεπίσταμαι μή του τόδ ἀγλάϊσμα πλὴν κείνου μολεῖν: τῷ γὰρ προσήκει πλήν γ ἐμοῦ καὶ σοῦ τόδε· κἀγὼ μὲν οὐκ ἔδρασα, τοῦτ ἐπίσταμαι, οὐδ αὖ σύ: πῶς γάρ· ᾗ γε μηδὲ πρὸς θεοὺς ἔξεστ ἀκλαύστῳ τῆσδ ἀποστῆναι στέγης. ἀλλ οὐδὲ μὲν δὴ μητρὸς οὔθ ὁ νοῦς φιλεῖ τοιαῦτα πράσσειν οὔτε δρῶς ἐλάνθαν ἄν: ἀλλ ἔστ Ὀρέστου ταῦτα τἀπιτύμβια. ἀλλ, ὦ φίλη, θάρσυνε: τοῖς αὐτοῖσί τοι οὐχ αὑτὸς αἰεὶ δαιμόνων παραστατεῖ. νῷν ἦν τὰ πρόσθεν στυγνός: ἡ δὲ νῦν ἴσως πολλῶν ὑπάρξει κῦρος ἡμέρα καλῶν. φεῦ, τῆς ἀνοίας ὥς ς ἐποικτίρω πάλαι.
τί δ ἔστιν· οὐ πρὸς ἡδονὴν λέγω τάδε· οὐκ οἶσθ ὅποι γῆς οὐδ ὅποι γνώμης φέρει. πῶς δ οὐκ ἐγὼ κάτοιδ ἅ γ εἶδον ἐμφανῶς· τέθνηκεν, ὦ τάλαινα, τἀκείνου δέ σοι σωτήρι ἔρρει: μηδὲν εἰς κεῖνόν γ ὁρ´α. οἴμοι τάλαινα: τοῦ τάδ ἤκουσας βροτῶν· τοῦ πλησίον παρόντος, ἡνίκ ὤλλυτο. καὶ ποῦ στιν οὗτος· θαῦμά τοί μ ὑπέρχεται. κατ οἶκον, ἡδὺς οὐδὲ μητρὶ δυσχερής. οἴμοι τάλαινα: τοῦ γὰρ ἀνθρώπων ποτ ἦν τὰ πολλὰ πατρὸς πρὸς τάφον κτερίσματα· οἶμαι μάλιστ ἔγωγε τοῦ τεθνηκότος μνημεῖ Ὀρέστου ταῦτα προσθεῖναί τινα. ὦ δυστυχής: ἐγὼ δὲ σὺν χαρᾷ λόγους τοιούσδ ἔχους ἔσπευδον, οὐκ εἰδυῖ ἄρα ἵν ἦμεν ἄτης: ἀλλὰ νῦν, ὅθ ἱκόμην, τά τ ὄντα πρόσθεν ἄλλα θ εὑρίσκω κακά. οὕτως ἔχει σοι ταῦτ: ἐὰν δέ μοι πίθῃ, τῆς νῦν παρούσης πημονῆς λύσεις βάρος. ἦ τοὺς θανόντας ἐξαναστήσω ποτέ· οὐκ ἔσθ ὅ γ εἶπον: οὐ γὰρ ὧδ ἄφρων ἔφυν. τί γὰρ κελεύεις ὧν ἐγὼ φερέγγυος· τλῆναί σε δρῶσαν ἃν ἐγὼ παραινέσω. ἀλλ εἴ τις ὠφέλειά γ, οὐκ ἀπώσομαι. ὁρ´α, πόνου τοι χωρὶς οὐδὲν εὐτυχεῖ. ὁρῶ. ξυνοίσω πᾶν ὅσονπερ ἂν σθένω. ἄκουε δή νυν ᾗ βεβούλευμαι ποεῖν.
παρουσίαν μὲν οἶσθα καὶ σύ που φίλων ὡς οὔτις ἡμῖν ἔστιν, ἀλλ Αἵδης λαβὼν ἀπεστέρηκε καὶ μόνα λελείμμεθον. ἐγὼ δ ἑώς μὲν τὸν κασίγνητον βίῳ θάλλοντ ἔτ εἰσήκουον, εἶχον ἐλπίδας φόνου ποτ αὐτὸν πράκτορ ἵξεσθαι πατρός: νῦν δ ἡνίκ οὐκέτ ἔστιν, εἰς σὲ δὴ βλέπω, ὅπως τὸν αὐτόχειρα πατρῴου φόνου ξὺν τῇδ ἀδελφῇ μὴ κατοκνήσεις κτανεῖν Αἴγισθον: οὐδὲν γάρ σε δεῖ κρύπτειν μ ἔτι. ποῖ γὰρ μενεῖς ῥᾴθυμος, εἰς τίν ἐλπίδων βλέψας ἔτ ὀρθήν· ᾗ πάρεστι μὲν στένειν πλούτου πατρῴου κτῆσιν ἐστερημένῃ, πάρεστι δ ἀλγεῖν ἐς τοσόνδε τοῦ χρόνου ἄλεκτρα γηράσκουσαν ἀνυμέναιά τε. καὶ τῶνδε μέντοι μηκέτ ἐλπίσῃς ὅπως τεύξει ποτ: οὐ γὰρ ὧδ ἄβουλός ἐστ ἀνὴρ Αἴγισθος ὥστε σόν ποτ ἢ κἀμὸν γένος βλαστεῖν ἐᾶσαι, πημονὴν αὑτῷ σαφῆ. ἀλλ ἢν ἐπίσπῃ τοῖς ἐμοῖς βουλεύμασιν, πρῶτον μὲν εὐσέβειαν ἐκ πατρὸς κάτω θανόντος οἴσει τοῦ κασιγνήτου θ ἅμα: ἔπειτα δ, ὥσπερ ἐξέφυς, ἐλευθέρα καλεῖ τὸ λοιπὸν καὶ γάμων ἐπαξίων τεύξει: φιλεῖ γὰρ πρὸς τὰ χρηστὰ πᾶς ὁρᾶν. λόγων γε μὴν εὔκλειαν οὐχ ὁρᾷς ὅσην σαυτῇ τε κἀμοὶ προσβαλεῖς πεισθεῖς ἐμοί· τίς γάρ ποτ ἀστῶν ἢ ξένων ἡμᾶς ἰδὼν τοιοῖσδ ἐπαίνοις οὐχὶ δεξιώσεται: ἴδεσθε τώδε τὼ κασιγνήτω, φίλοι, ὣ τὸν πατρῷον οἶκον ἐξεσωσάτην, ὣ τοῖσιν ἐχθροῖς εὖ βεβηκόσιν ποτὲ ψυχῆς ἀφειδήσαντε προὐστήτην φόνου: τούτω φιλεῖν χρή, τώδε χρὴ πάντας σέβειν, τώδ ἔν θ ἑορταῖς ἔν τε πανδήμῳ πόλει τιμᾶν ἅπαντας οὕνεκ ἀνδρείας χρεών. τοιαῦτά τοι νὼ πᾶς τις ἐξερεῖ βροτῶν, ζώσαιν θανούσαιν θ ὥστε μὴ κλιπεῖν κλέος. ἀλλ, ὦ φίλη, πείσθητι, συμπόνει πατρί, σύγκαμν ἀδελφῷ, παῦσον ἐκ κακῶν ἐμέ, παῦσον δὲ σαυτήν, τοῦτο γιγνώσκους ὅτι ζῆν αἰσχρὸν αἰσχρῶς τοῖς καλῶς πεφυκόσιν. ἐν τοῖς τοιούτοις ἐστὶν ἡ προμηθία καὶ τῷ λέγοντι καὶ κλύοντι σύμμαχος.
καὶ πρίν γε φωνεῖν, ὦ γυναῖκες, εἰ φρενῶν ἐτύγχαν αὕτη μὴ κακῶν, ἐσῴζετ ἂν τὴν εὐλάβειαν, ὥσπερ οὐχὶ σῴζεται. ποῖ γάρ ποτ ἐμβλέψασα τοιοῦτον θράσος αὐτή θ ὁπλίζει κἄμ ὑπηρετεῖν καλεῖς· οὐκ εἰσορᾷς· γυνὴ μὲν οὐδ ἀνὴρ ἔφυς, σθένεις δ ἔλασσον τῶν ἐναντίων χερί. δαίμων δὲ τοῖς μὲν εὐτυχεῖ καθ ἡμέραν, ἡμῖν δ ἀπορρεῖ κἀπὶ μηδὲν ἔρχεται. τίς οὖν τοιοῦτον ἄνδρα βουλεύων ἑλεῖν ἄλυπος ἄτης ἐξαπαλλαχθήσεται· ὁρ´α κακῶς πράσσοντε μὴ μείζω κακὰ κτησώμεθ, εἴ τις τούσδ ἀκούσεται λόγους. λύει γὰρ ἡμῖν οὐδὲν οὐδ ἐπωφελεῖ βάξιν καλὴν λαβόντε δυσκλεῶς θανεῖν. οὐ γὰρ θανεῖν ἔχθιστον, ἀλλ ὅταν θανεῖν χρῄζων τις εἶτα μηδὲ τοῦτ ἔχῃ λαβεῖν. ἀλλ ἀντιάζω, πρὶν πανωλέθρους τὸ πᾶν ἡμᾶς τ ὀλέσθαι κἀξερημῶσαι γένος, κατάσχες ὀργήν. καὶ τὰ μὲν λελεγμένα ἄρρητ ἐγώ σοι κἀτελῆ φυλάξομαι, αὐτὴ δὲ νοῦν σχὲς ἀλλὰ τῷ χρόνῳ ποτέ, σθένουσα μηδὲν τοῖς κρατοῦσιν εἰκαθεῖν. πείθου:
προνοίας οὐδὲν ἀνθρώποις ἔφυ κέρδος λαβεῖν ἄμεινον οὐδὲ νοῦ σοφοῦ. ἀπροσδόκητον οὐδὲν εἴρηκας: καλῶς δ ᾔδη ς ἀπορρίψουσαν ἁπηγγελλόμην. ἀλλ αὐτόχειρί μοι μόνῃ τε δραστέον τοὔργον τόδ: οὐ γὰρ δὴ κενόν γ ἀφήσομεν. φεῦ: εἴθ ὤφελες τοιάδε τὴν γνώμην πατρὸς θνῄσκοντος εἶναι: πᾶν γὰρ ἂν κατειργάσω. ἀλλ ἦ φύσιν γε, τὸν δὲ νοῦν ἥσσων τότε. ἄσκει τοιαύτη νοῦν δι αἰῶνος μένειν. ὡς οὐχὶ συνδράσουσα νουθετεῖς τάδε. εἰκὸς γὰρ ἐγχειροῦντα καὶ πράσσειν κακῶς. ζηλῶ σε τοῦ νοῦ, τῆς δὲ δειλίας στυγῶ. ἀνέξομαι κλύουσα χὤταν εὖ λέγῃς. ἀλλ οὔ ποτ ἐξ ἐμοῦ γε μὴ πάθῃς τόδε. μακρὸς τὸ κρῖναι ταῦτα χὠ λοιπὸς χρόνος. ἄπελθε: σοὶ γὰρ ὠφέλησις οὐκ ἔνι. ἔνεστιν: ἀλλὰ σοὶ μάθησις οὐ πάρα. ἐλθοῦσα μητρὶ ταῦτα πάντ ἔξειπε σῇ. οὐδ αὖ τοσοῦτον ἔχθος ἐχθαίρω ς ἐγώ. ἀλλ οὖν ἐπίστω γ οἷ μ ἀτιμίας ἄγεις. ἀτιμίας μὲν οὔ, προμηθίας δὲ σοῦ. τῷ σῷ δικαίῳ δῆτ ἐπισπέσθαι με δεῖ· ὅταν γὰρ εὖ φρονῇς, τόθ ἡγήσει σὺ νῷν. ἦ δεινὸν εὖ λέγουσαν ἐξαμαρτάνειν. εἴρηκας ὀρθῶς ᾧ σὺ πρόσκεισαι κακῷ. τί δ· οὐ δοκῶ σοι ταῦτα σὺν δίκῃ λέγειν· ἀλλ ἔστιν ἔνθα χἠ δίκη βλάβην φέρει. τούτοις ἐγὼ ζῆν τοῖς νόμοις οὐ βούλομαι. ἀλλ εἰ ποήσεις ταῦτ, ἐπαινέσεις ἐμέ. καὶ μὴν ποήσω γ οὐδὲν ἐκπλαγεῖσά σε. καὶ τοῦτ ἀληθές, οὐδὲ βουλεύσει πάλιν· βουλῆς γὰρ οὐδέν ἐστιν ἔχθιον κακῆς. φρονεῖν ἐοίκας οὐδὲν ὧν ἐγὼ λέγω. πάλαι δέδοκται ταῦτα κοὐ νεωστί μοι. ἄπειμι τοίνυν:
οὔτε γὰρ σὺ τἄμ ἔπη τολμᾷς ἐπαινεῖν οὔτ ἐγὼ τοὺς σοὺς τρόπους. ἀλλ εἴσιθ. οὔ σοι μὴ μεθέψομαί ποτε, οὐδ ἢν σφόδρ ἱμείρουσα τυγχάνῃς: ἐπεὶ πολλῆς ἀνοίας καὶ τὸ θηρᾶσθαι κενά. ἀλλ εἰ σεαυτῇ τυγχάνεις δοκοῦσά τι φρονεῖν, φρόνει τοιαῦθ. ὅταν γὰρ ἐν κακοῖς ἤδη βεβήκῃς, τἄμ ἐπαινέσεις ἔπη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기