호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐγὼ μέν, ὦ παῖ, καὶ τὸ σὸν σπεύδους ἅμα καὶ τοὐμὸν αὐτῆς ἦλθον:? εἰ δὲ μὴ καλῶς λέγω, σὺ νίκα: σοὶ γὰρ ἑψόμεσθ ἅμα. αἰσχύνομαι μέν, ὦ γυναῖκες, εἰ δοκῶ πολλοῖσι θρήνοις δυσφορεῖν ὑμῖν ἄγαν. ἀλλ ἡ βία γὰρ ταῦτ ἀναγκάζει με δρᾶν, σύγγνωτε: πῶς γὰρ ἥτις εὐγενὴς γυνή, πατρῷ ὁρῶσα πήματ, οὐ δρῴη τάδ ἄν· ἁγὼ κατ ἦμαρ καὶ κατ εὐφρόνην ἀεὶ θάλλοντα μᾶλλον ἢ καταφθίνονθ ὁρῶ: ᾗ πρῶτα μὲν τὰ μητρός, ἥ μ ἐγείνατο, ἔχθιστα συμβέβηκεν: εἶτα δώμασιν ἐν τοῖς ἐμαυτῆς τοῖς φονεῦσι τοῦ πατρὸς ξύνειμι, κἀκ τῶνδ ἄρχομαι κἀκ τῶνδέ μοι λαβεῖν θ ὁμοίως καὶ τὸ τητᾶσθαι πέλει. ἔπειτα ποίας ἡμέρας δοκεῖς μ ἄγειν, ὅταν θρόνοις Αἴγισθον ἐνθακοῦντ ἴδω τοῖσιν πατρῴοις, εἰσίδω δ ἐσθήματα φοροῦντ ἐκείνῳ ταὐτὰ καὶ παρεστίους σπένδοντα λοιβὰς ἔνθ ἐκεῖνον ὤλεσεν, ἴδω δὲ τούτων τὴν τελευταίαν ὕβριν, τὸν αὐτοέντην ἡμὶν ἐν κοίτῃ πατρὸς ξὺν τῇ ταλαίνῃ μητρί, μητέρ εἰ χρεὼν ταύτην προσαυδᾶν τῷδε συγκοιμωμένην: ἡ δ ὧδε τλήμων ὥστε τῷ μιάστορι ξύνεστ, ἐρινὺν οὔτιν ἐκφοβουμένη: ἀλλ ὥσπερ ἐγγελῶσα τοῖς ποιουμένοις, εὑροῦς ἐκείνην ἡμέραν, ἐν ᾗ τότε πατέρα τὸν ἀμὸν ἐκ δόλου κατέκτανεν, ταύτῃ χοροὺς ἵστησι καὶ μηλοσφαγεῖ θεοῖσιν ἔμμην ἱερὰ τοῖς σωτηρίοις. ἐγὼ δ ὁρῶς ἡ δύσμορος κατὰ στέγας κλαίω, τέτηκα, κἀπικωκύω πατρὸς τὴν δυστάλαιναν δαῖτ ἐπωνομασμένην αὐτὴ πρὸς αὑτήν.
οὐδὲ γὰρ κλαῦσαι πάρα τοσόνδ ὅσον μοι θυμὸς ἡδονὴν φέρει. αὕτη γὰρ ἡ λόγοισι γενναία γυνὴ φωνοῦσα τοιάδ ἐξονειδίζει κακά: ὦ δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρ τέθνηκεν· ἄλλος δ οὔτις ἐν πένθει βροτῶν· κακῶς ὄλοιο, μηδέ ς ἐκ γόων ποτὲ τῶν νῦν ἀπαλλάξειαν οἱ κάτω θεοί. τάδ ἐξυβρίζει: πλὴν ὅταν κλύῃ τινὸς ἥξοντ Ὀρέστην: τηνικαῦτα δ ἐμμανὴς βοᾷ παραστᾶς: οὐ σύ μοι τῶνδ αἰτία· οὐ σὸν τόδ ἐστὶ τοὔργον, ἥτις ἐκ χερῶν κλέψας Ὀρέστην τῶν ἐμῶν ὑπεξέθου· ἀλλ ἴσθι τοι τίσουσά γ ἀξίαν δίκην. τοιαῦθ ὑλακτεῖ, σὺν δ ἐποτρύνει πέλας ὁ κλεινὸς αὐτῇ ταὐτὰ νυμφίος παρών, ὁ πάντ ἄναλκις οὗτος, ἡ πᾶσα βλάβη, ὁ σὺν γυναιξὶ τὰς μάχας ποιούμενος. ἐγὼ δ Ὀρέστην τῶνδε προσμένους ἀεὶ παυστῆρ ἐφήξειν ἡ τάλαιν ἀπόλλυμαι. μέλλων γὰρ ἀεὶ δρᾶν τι τὰς οὔσας τέ μου καὶ τὰς ἀπούσας ἐλπίδας διέφθορεν. ἐν οὖν τοιούτοις οὔτε σωφρονεῖν, φίλαι, οὔτ εὐσεβεῖν πάρεστιν: ἀλλ ἔν τοι κακοῖς πολλή στ ἀνάγκη κἀπιτηδεύειν κακά. φέρ εἰπέ, πότερον ὄντος Αἰγίσθου πέλας λέγεις τάδ ἡμῖν ἢ βεβῶτος ἐκ δόμων·
ἦ κάρτα: μὴ δόκει μ ἄν, εἴπερ ἦν πέλας, θυραῖον οἰχνεῖν: νῦν δ ἀγροῖσι τυγχάνει. ἦ κἂν ἐγὼ θαρσοῦσα μᾶλλον ἐς λόγους τοὺς σοὺς ἱκοίμην, εἴπερ ὧδε ταῦτ ἔχει· ὡς νῦν ἀπόντος ἱστόρει: τί σοι φίλον· καὶ δή ς ἐρωτῶ: τοῦ κασιγνήτου τί φής, ἥξοντος ἢ μέλλοντος· εἰδέναι θέλω. φησίν γε: φάσκων δ οὐδὲν ὧν λέγει ποεῖ. φιλεῖ γὰρ ὀκνεῖν πρᾶγμ ἀνὴρ πράσσων μέγα. καὶ μὴν ἔγωγ ἔσως ἐκεῖνον οὐκ ὄκνῳ. θάρσει: πέφυκεν ἐσθλός, ὥστ ἀρκεῖν φίλοις. πέποιθ, ἐπεί τἂν οὐ μακρὰν ἔζων ἐγώ. μὴ νῦν ἔτ εἴπῃς μηδέν: ὡς δόμων ὁρῶ τὴν σὴν ὅμαιμον ἐκ πατρὸς ταὐτοῦ φύσιν, Χρυσόθεμιν, ἔκ τε μητρός, ἐντάφια χεροῖν φέρουσαν, οἱᾶ τοῖς κάτω νομίζεται. τίν αὖ σὺ τήνδε πρὸς θυρῶνος ἐξόδοις ἐλθοῦσα φωνεῖς, ὦ κασιγνήτη, φάτιν, κοὐδ ἐν χρόνῳ μακρῷ διδαχθῆναι θέλεις θυμῷ ματαίῳ μὴ χαρίζεσθαι κενά· καίτοι τοσοῦτόν γ οἶδα κἀμαυτήν, ὅτι ἀλγῶ πὶ τοῖς παροῦσιν: ὥστ ἄν, εἰ σθένος λάβοιμι, δηλώσαιμ ἂν οἷ αὐτοῖς φρονῶ. νῦν δ ἐν κακοῖς μοι πλεῖν ὑφειμένῃ δοκεῖ, καὶ μὴ δοκεῖν μὲν δρᾶν τι, πημαίνειν δὲ μή: τοιαῦτα δ ἄλλα καὶ σὲ βούλομαι ποεῖν. καίτοι τὸ μὲν δίκαιον οὐχ ᾗ γὼ λέγω, ἀλλ ᾗ σὺ κρίνεις: εἰ δ ἐλευθέραν με δεῖ ζῆν, τῶν κρατούντων ἐστὶ πάντ ἀκουστέα. δεινόν γέ ς οὖσαν πατρὸς οὗ σὺ παῖς ἔφυς, κείνου λελῆσθαι, τῆς δὲ τικτούσης μέλειν.
ἅπαντα γάρ σοι τἀμὰ νουθετήματα κείνης διδακτά, κοὐδὲν ἐκ σαυτῆς λέγεις. ἔπειθ ἑλοῦ γε θάτερ, ἢ φρονεῖν κακῶς ἢ τῶν φίλων φρονοῦσα μὴ μνήμην ἔχειν: ἥτις λέγεις μὲν ἀρτίως ὡς, εἰ λάβοις σθένος, τὸ τούτων μῖσος ἐκδείξειας ἄν, ἐμοῦ δὲ πατρὶ πάντα τιμωρουμένης οὔτε ξυνέρδεις τήν τε δρῶσαν ἐκτρέπεις. οὐ ταῦτα πρὸς κακοῖσι δειλίαν ἔχει· ἐπεὶ δίδαξον, ἢ μάθ ἐξ ἐμοῦ, τί μοι κέρδος γένοιτ ἂν τῶνδε ληξάσῃ γόων. οὐ ζῶ· κακῶς μέν, οἶδ, ἐπαρκούντως δ ἐμοί. λυπῶ δὲ τούτους, ὥστε τῷ τεθνηκότι τιμὰς προσάπτειν, εἴ τις ἔστ ἐκεῖ χάρις. σὺ δ ἡμὶν ἡ μισοῦσα μισεῖς μὲν λόγῳ, ἔργῳ δὲ τοῖς φονεῦσι τοῦ πατρὸς ξύνει. ἐγὼ μὲν οὖν οὐκ ἄν ποτ, οὐδ εἴ μοι τὰ σὰ μέλλοι τις οἴσειν δῶρ, ἐφ οἷσι νῦν χλιδᾷς, τούτοις ὑπεικάθοιμι: σοὶ δὲ πλουσία τράπεζα κείσθω καὶ περιρρείτω βίος. ἐμοὶ γὰρ ἔστω τοὐμὲ μὴ λυπεῖν μόνον βόσκημα: τῆς σῆς δ οὐκ ἐρῶ τιμῆς τυχεῖν, οὐδ ἂν σύ, σώφρων γ οὖσα. νῦν δ ἐξὸν πατρὸς πάντων ἀρίστου παῖδα κεκλῆσθαι, καλοῦ τῆς μητρός: οὕτω γὰρ φανεῖ πλείστοις κακή, θανόντα πατέρα καὶ φίλους προδοῦσα σούς. μηδὲν πρὸς ὀργήν, πρὸς θεῶν:
νῦν γὰρ ἐν καλῷ φρονεῖν. ὡς τοῖς λόγοις ἔνεστιν ἀμφοῖν κέρδος, εἰ σὺ μὲν μάθοις τοῖς τῆσδε χρῆσθαι, τοῖς δὲ σοῖς αὕτη πάλιν. ἐγὼ μέν, ὦ γυναῖκες, ἠθάς εἰμί πως τῶν τῆσδε μύθων: οὐδ ἂν ἐμνήσθην ποτέ, εἰ μὴ κακὸν μέγιστον εἰς αὐτὴν ἰὸν ἤκους, ὃ ταύτην τῶν μακρῶν σχήσει γόων. φέρ εἰπὲ δὴ τὸ δεινόν: εἰ γὰρ τῶνδέ μοι μεῖζόν τι λέξεις, οὐκ ἂν ἀντείποιμ ἔτι. ἀλλ ἐξερῶ σοι πᾶν ὅσον κάτοιδ ἐγώ. μέλλουσι γάρ ς, εἰ τῶνδε μὴ λήξεις γόων, ἐνταῦθα πέμψειν ἔνθα μή ποθ ἡλίου φέγγος προσόψει, ζῶσα δ ἐν κατηρεφεῖ στέγῃ χθονὸς τῆσδ ἐκτὸς ὑμνήσεις κακά. πρὸς ταῦτα φράζου καί με μή ποθ ὕστερον παθοῦσα μέμψῃ: ἦ ταῦτα δή με καὶ βεβούλευνται ποεῖν·
μάλισθ: ὅταν περ οἴκαδ Αἴγισθος μόλῃ. ἀλλ ἐξίκοιτο τοῦδέ γ οὕνεκ ἐν τάχει. τίν, ὦ τάλαινα, τόνδ ἐπηράσω λόγον· ἐλθεῖν ἐκεῖνον, εἴ τι τῶνδε δρᾶν νοεῖ. ὅπως πάθῃς τί χρῆμα· ποῦ ποτ εἶ φρενῶν· ὅπως ἀφ ὑμῶν ὡς προσωτάτω φύγω. βίου δὲ τοῦ παρόντος οὐ μνείαν ἔχεις· καλὸς γὰρ οὑμὸς βίοτος ὥστε θαυμάσαι. ἀλλ ἦν ἄν, εἰ σύ γ εὖ φρονεῖν ἠπίστασο. μή μ ἐκδίδασκε τοῖς φίλοις εἶναι κακήν. ἀλλ οὐ διδάσκω: τοῖς κρατοῦσι δ εἰκαθεῖν. σὺ ταῦτα θώπευ: οὐκ ἐμοὺς τρόπους λέγεις. καλόν γε μέντοι μὴ ξ ἀβουλίας πεσεῖν. πεσούμεθ, εἰ χρή, πατρὶ τιμωρούμενοι. πατὴρ δὲ τούτων, οἶδα, συγγνώμην ἔχει. ταῦτ ἐστὶ τἄπη πρὸς κακῶν ἐπαινέσαι. σὺ δ οὐχὶ πείσει καὶ συναινέσεις ἐμοί· οὐ δῆτα: μή πω νοῦ τοσόνδ εἰήν κενή. χωρήσομαί τἄρ οἷπερ ἐστάλην ὁδοῦ. ποῖ δ ἐμπορεύει· τῷ φέρεις τάδ ἔμπυρα· μήτηρ με πέμπει πατρὶ τυμβεῦσαι χοάς. πῶς εἶπας· ἦ τῷ δυσμενεστάτῳ βροτῶν· ὃν ἔκταν αὐτή: τοῦτο γὰρ λέξαι θέλεις. ἐκ τοῦ φίλων πεισθεῖσα· τῷ τοῦτ ἤρεσεν· ἐκ δείματός του νυκτέρου, δοκεῖν ἐμοί· ὦ θεοὶ πατρῷοι, συγγένεσθέ γ ἀλλὰ νῦν. ἔχεις τι θάρσος τοῦδε τοῦ τάρβους πέρι· εἴ μοι λέγοις τὴν ὄψιν, εἴποιμ ἂν τότε. ἀλλ οὐ κάτοιδα πλὴν ἐπὶ σμικρὸν φράσαι. λέγ ἀλλὰ τοῦτο:
πολλά τοι σμικροὶ λόγοι ἔσφηλαν ἤδη καὶ κατώρθωσαν βροτούς. λόγος τις αὐτήν ἐστιν εἰσιδεῖν πατρὸς τοῦ σοῦ τε κἀμοῦ δευτέραν ὁμιλίαν ἐλθόντος ἐς φῶς: εἶτα τόνδ ἐφέστιον πῆξαι λαβόντα σκῆπτρον οὑφόρει ποτὲ αὐτός, τανῦν δ Αἴγισθος: ἐκ δὲ τοῦδ ἄνω βλαστεῖν βρύοντα θαλλόν, ᾧ κατάσκιον πᾶσαν γενέσθαι τὴν Μυκηναίων χθόνα. τοιαῦτά του παρόντος, ἡνίχ Ἡλίῳ δείκνυσι τοὔναρ, ἔκλυον ἐξηγουμένου. πλείω δὲ τούτων οὐ κάτοιδα, πλὴν ὅτι πέμπει με κείνη τοῦδε τοῦ φόβου χάριν. πρός νυν θεῶν σε λίσσομαι τῶν ἐγγενῶν ἐμοὶ πιθέσθαι μηδ ἀβουλίᾳ πεσεῖν: εἰ γάρ μ ἀπώσει, σὺν κακῷ μέτει πάλιν. ἀλλ, ὦ φίλη, τούτων μὲν ὧν ἔχεις χεροῖν τύμβῳ προσάψῃς μηδέν:
οὐ γάρ σοι θέμις οὐδ ὅσιον ἐχθρᾶς ἀπὸ γυναικὸς ἱστάναι κτερίσματ οὐδὲ λουτρὰ προσφέρειν πατρί: ἀλλ ἢ πνοαῖσιν ἢ βαθυσκαφεῖ κόνει κρύψον νιν, ἔνθα μή ποτ εἰς εὐνὴν πατρὸς τούτων πρόσεισι μηδέν: ἀλλ ὅταν θάνῃ κειμήλι αὐτῇ ταῦτα σῳζέσθω κάτω. ἀρχὴν δ ἄν, εἰ μὴ τλημονεστάτη γυνὴ πασῶν ἔβλαστε, τάσδε δυσμενεῖς χοὰς οὐκ ἄν ποθ ὅν γ ἔκτεινε, τῷδ ἐπέστεφε. σκέψαι γὰρ εἴ σοι προσφιλῶς αὐτῇ δοκεῖ γέρα τάδ οὑν τάφοισι δέξεσθαι νέκυς, ὑφ ἧς θανὼν ἄτιμος, ὥστε δυσμενής, ἐμασχαλίσθη, κἀπὶ λουτροῖσιν κάρᾳ κηλῖδας ἐξέμαξεν. ἆρα μὴ δοκεῖς λυτήρι αὐτῇ ταῦτα τοῦ φόνου φέρειν· οὐχ ἔστιν. ἀλλὰ ταῦτα μὲν μέθες: σὺ δὲ τεμοῦσα κρατὸς βοστρύχων ἄκρας φόβας κἀμοῦ ταλαίνης, σμικρὰ μὲν τάδ, ἀλλ ὅμως ἅχω, δὸς αὐτῷ, τήνδ ἀλιπαρῆ τρίχα καὶ ζῶμα τοὐμὸν οὐ χλιδαῖς ἠσκημένον. αἰτοῦ δὲ προσπίτνουσα γῆθεν εὐμενῆ ἡμῖν ἀρωγὸν αὐτὸν εἰς ἐχθροὺς μολεῖν, καὶ παῖδ Ὀρέστην ἐξ ὑπερτέρας χερὸς ἐχθροῖσιν αὐτοῦ ζῶντ ἐπεμβῆναι ποδί, ὅπως τὸ λοιπὸν αὐτὸν ἀφνεωτέραις χερσὶν στέφωμεν ἢ τανῦν δωρούμεθα. οἶμαι μὲν οὖν, οἶμαί τι κἀκείνῳ μέλον πέμψαι τάδ αὐτῇ δυσπρόσοπτ ὀνείρατα: ὅμως δ, ἀδελφή, σοί θ ὑπούργησον τάδε ἐμοί τ ἀρωγὰ τῷ τε φιλτάτῳ βροτῶν πάντων, ἐν Αἵδου κειμένῳ κοινῷ πατρί. πρὸς εὐσέβειαν ἡ κόρη λέγει:
σὺ δέ, εἰ σωφρονήσεις, ὦ φίλη, δράσεις τάδε. δράσω: τὸ γὰρ δίκαιον οὐχ ἔχει λόγον δυοῖν ἐρίζειν, ἀλλ ἐπισπεύδειν τὸ δρᾶν. πειρωμένῃ δὲ τῶνδε τῶν ἔργων ἐμοὶ σιγὴ παρ ὑμῶν, πρὸς θεῶν, ἔστω, φίλαι: ὡς εἰ τάδ ἡ τεκοῦσα πεύσεται, πικρὰν δοκῶ με πεῖραν τήνδε τολμήσειν ἔτι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기