- 텍스트

Sophocles, choral, epode

(소포클레스, choral, epode)

ἀλλ οὖν εὐνοίᾳ γ αὐδῶ, μάτηρ ὡσεί τις πιστά, μὴ τίκτειν ς ἄταν ἄταις.? καὶ τί μέτρον κακότατος ἔφυ· φέρε, πῶς ἐπὶ τοῖς φθιμένοις ἀμελεῖν καλόν· ἐν τίνι τοῦτ ἔβλαστ ἀνθρώπων· μήτ εἰήν ἔντιμος τούτοις μήτ, εἴ τῳ πρόσκειμαι χρηστῷ, ξυνναίοιμ εὔκηλος, γονέων ἐκτίμους ἴσχουσα πτέρυγας ὀξυτόνων γόων. εἰ γὰρ ὁ μὲν θανὼν γᾶ τε καὶ οὐδὲν ὢν κείσεται τάλας, οἱ δὲ μὴ πάλιν δώσους ἀντιφόνους δίκας, ἔρροι τ ἂν αἰδὼς ἁπάντων τ εὐσέβεια θνατῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION