- 텍스트

Sophocles, choral, antistrophe 2

(소포클레스, choral, antistrophe 2)

θάρσει μοι, θάρσει, τέκνον.? ἔτι μέγας οὐρανῷ Ζεύς, ὃς ἐφορᾷ πάντα καὶ κρατύνει: ᾧ τὸν ὑπεραλγῆ χόλον νέμουσα μήθ οἷς ἐχθαίρεις ὑπεράχθεο μήτ ἐπιλάθου: χρόνος γὰρ εὐμαρὴς θεός. οὔτε γὰρ ὁ τὰν Κρῖσαν βούνομον ἔχων ἀκτὰν παῖς Ἀγαμεμνονίδας ἀπερίτροπος οὔθ ὁ παρὰ τὸν Ἀχέροντα θεὸς ἀνάσσων. ἀλλ ἐμὲ μὲν ὁ πολὺς ἀπολέλοιπεν ἤδη βίοτος ἀνέλπιστος, οὐδ ἔτ ἀρκῶ: ἅτις ἄνευ τεκέων κατατάκομαι, ἇς φίλος οὔτις ἀνὴρ ὑπερίσταται, ἀλλ ἁπερεί τις ἔποικος ἀναξία οἰκονομῶ θαλάμους πατρός, ὧδε μὲν ἀεικεῖ σὺν στολᾷ, κεναῖς δ ἀμφίσταμαι τραπέζαις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION