호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ οὔτοι τόν γ ἐξ Αἴ¨δα παγκοίνου λίμνας πατέρ ἀν- στάσεις οὔτε γόοισιν οὔτ εὐχαῖς.? ἀλλ ἀπὸ τῶν μετρίων ἐπ ἀμήχανον ἄλγος ἀεὶ στενάχουσα διόλλυσαι, ἐν οἷς ἀνάλυσίς ἐστιν οὐδεμία κακῶν. τί μοι τῶν δυσφόρων ἐφίει· νήπιος ὃς τῶν οἰκτρῶς οἰχομένων γονέων ἐπιλάθεται. ἀλλ ἐμέ γ ἁ στονόεσς ἄραρεν φρένας, ἃ Ἴτυν, αἰὲν Ἴτυν ὀλοφύρεται, ὄρνις ἀτυζομένα, Διὸς ἄγγελος. ἰὼ παντλάμων Νιόβα, σὲ δ ἔγωγε νέμω θεόν, ἅτ ἐν τάφῳ πετραίῳ αἰεὶ δακρύεις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기