- 텍스트

Sophocles, choral, strophe 1

(소포클레스, choral, strophe 1)

ὦ παῖ, παῖ δυστανοτάτας Ἠλέκτρα ματρός, τίν ἀεὶ τάκεις ὧδ ἀκόρεστον οἰμωγὰν τὸν πάλαι ἐκ δολερᾶς ἀθεώτατα ματρὸς ἁλόντ ἀπάταις Ἀγαμέμνονα κακᾷ τε χειρὶ πρόδοτον·? ὡς ὁ τάδε πορὼν ὄλοιτ, εἴ μοι θέμις τάδ αὐδᾶν. γενέθλα γενναίων, ἥκετ ἐμῶν καμάτων παραμύθιον. οἶδά τε καὶ ξυνίημι τάδ, οὔ τί με φυγγάνει, οὐδ ἐθέλω προλιπεῖν τόδε, μὴ οὐ τὸν ἐμὸν στενάχειν πατέρ ἄθλιον. ἀλλ ὦ παντοίας φιλότητος ἀμειβόμεναι χάριν, ἐᾶτέ μ ὧδ ἀλύειν, αἰαῖ, ἱκνοῦμαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION