- 텍스트

Sophocles, choral, strophe 1

(소포클레스, choral, strophe 1)

ὦ παῖ, παῖ δυστανοτάτας Ἠλέκτρα ματρός, τίν ἀεὶ τάκεις ὧδ ἀκόρεστον οἰμωγὰν τὸν πάλαι ἐκ δολερᾶς ἀθεώτατα ματρὸς ἁλόντ ἀπάταις Ἀγαμέμνονα κακᾷ τε χειρὶ πρόδοτον·? ὡς ὁ τάδε πορὼν ὄλοιτ, εἴ μοι θέμις τάδ αὐδᾶν. ὦ γενέθλα γενναίων, ἥκετ ἐμῶν καμάτων παραμύθιον. οἶδά τε καὶ ξυνίημι τάδ, οὔ τί με φυγγάνει, οὐδ ἐθέλω προλιπεῖν τόδε, μὴ οὐ τὸν ἐμὸν στενάχειν πατέρ ἄθλιον. ἀλλ ὦ παντοίας φιλότητος ἀμειβόμεναι χάριν, ἐᾶτέ μ ὧδ ἀλύειν, αἰαῖ, ἱκνοῦμαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION