- 텍스트

Sophocles, Antigone, episode

(소포클레스, Antigone, episode)

ὦ κοινὸν αὐτάδελφον Ἰσμήνης κάρα, ἆρ οἶσθ ὅ τι Ζεὺς τῶν ἀπ Οἰδίπου κακῶν ὁποῖον οὐχὶ νῷν ἔτι ζώσαιν τελεῖ·? οὐδὲν γὰρ οὔτ ἀλγεινὸν οὔτ ἄτης ἄτερ οὔτ αἰσχρὸν οὔτ ἄτιμόν ἐσθ, ὁποῖον οὐ τῶν σῶν τε κἀμῶν οὐκ ὄπωπ ἐγὼ κακῶν. καὶ νῦν τί τοῦτ αὖ φασι πανδήμῳ πόλει κήρυγμα θεῖναι τὸν στρατηγὸν ἀρτίως· ἔχεις τι κεἰσήκουσας· ἤ σε λανθάνει πρὸς τοὺς φίλους στείχοντα τῶν ἐχθρῶν κακά· ἐμοὶ μὲν οὐδεὶς μῦθος, Ἀντιγόνη φίλων οὔθ ἡδὺς οὔτ ἀλγεινὸς ἵκετ ἐξ ὅτου δυοῖν ἀδελφοῖν ἐστερήθημεν δύο, μιᾷ θανόντοιν ἡμέρᾳ διπλῇ χερί: ἐπεὶ δὲ φροῦδός ἐστιν Ἀργείων στρατὸς ἐν νυκτὶ τῇ νῦν, οὐδὲν οἶδ ὑπέρτερον, οὔτ εὐτυχοῦσα μᾶλλον οὔτ ἀτωμένη. ᾔδη καλῶς, καί ς ἐκτὸς αὐλείων πυλῶν τοῦδ οὕνεκ ἐξέπεμπον, ὡς μόνη κλύοις. τί δ ἔστι· δηλοῖς γάρ τι καλχαίνους ἔπος. οὐ γὰρ τάφου νῷν τὼ κασιγνήτω Κρέων τὸν μὲν προτίσας, τὸν δ ἀτιμάσας ἔχει· Ἐτεοκλέα μέν, ὡς λέγουσι, σὺν δίκης χρήσει δικαίᾳ καὶ νόμου κατὰ χθονὸς ἔκρυψε τοῖς ἔνερθεν ἔντιμον νεκροῖς: τὸν δ ἀθλίως θανόντα Πολυνείκους νέκυν ἀστοῖσί φασιν ἐκκεκηρῦχθαι τὸ μὴ τάφῳ καλύψαι μηδὲ κωκῦσαί τινα, ἐᾶν δ ἄκλαυτον, ἄταφον, οἰωνοῖς γλυκὺν θησαυρὸν εἰσορῶσι πρὸς χάριν βορᾶς. τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντα σοὶ κἀμοί, λέγω γὰρ κἀμέ, κηρύξαντ ἔχειν, καὶ δεῦρο νεῖσθαι ταῦτα τοῖσι μὴ εἰδόσιν σαφῆ προκηρύξοντα, καὶ τὸ πρᾶγμ ἄγειν οὐχ ὡς παρ οὐδέν, ἀλλ ὃς ἂν τούτων τι δρᾷ, φόνον προκεῖσθαι δημόλευστον ἐν πόλει. οὕτως ἔχει σοι ταῦτα, καὶ δείξεις τάχα εἴτ εὐγενὴς πέφυκας εἴτ ἐσθλῶν κακή. τί δ, ὦ ταλαῖφρον, εἰ τάδ ἐν τούτοις, ἐγὼ λύους ἂν ἢ φάπτουσα προσθείμην πλέον·

εἰ ξυμπονήσεις καὶ ξυνεργάσει σκόπει. ποῖόν τι κινδύνευμα· ποῦ γνώμης ποτ εἰ· εἰ τὸν νεκρὸν ξὺν τῇδε κουφιεῖς χερί. ἢ γὰρ νοεῖς θάπτειν σφ, ἀπόρρητον πόλει· τὸν γοῦν ἐμὸν καὶ τὸν σόν ἢν σὺ μὴ θέλῃς ἀδελφόν: οὐ γὰρ δὴ προδοῦς ἁλώσομαι. ὦ σχετλία, Κρέοντος ἀντειρηκότος· ἀλλ οὐδὲν αὐτῷ τῶν ἐμῶν μ εἴργειν μέτα. οἴμοι. φρόνησον, ὦ κασιγνήτη, πατὴρ ὡς νῷν ἀπεχθὴς δυσκλεής τ ἀπώλετο, πρὸς αὐτοφώρων ἀμπλακημάτων διπλᾶς ὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί. ἔπειτα μήτηρ καὶ γυνή, διπλοῦν ἔπος, πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον: τρίτον δ ἀδελφὼ δύο μίαν καθ ἡμέραν αὐτοκτονοῦντε τὼ ταλαιπώρω μόρον κοινὸν κατειργάσαντ ἐπαλλήλοιν χεροῖν. νῦν δ αὖ μόνα δὴ νὼ λελειμμένα σκόπει ὅσῳ κάκιστ ὀλούμεθ, εἰ νόμου βίᾳ ψῆφον τυράννων ἢ κράτη παρέξιμεν. ἀλλ ἐννοεῖν χρὴ τοῦτο μὲν γυναῖχ ὅτι ἔφυμεν, ὡς πρὸς ἄνδρας οὐ μαχουμένα. ἔπειτα δ οὕνεκ ἀρχόμεσθ ἐκ κρεισσόνων, καὶ ταῦτ ἀκούειν κἄτι τῶνδ ἀλγίονα. ἐγὼ μὲν οὖν αἰτοῦσα τοὺς ὑπὸ χθονὸς ξύγγνοιαν ἴσχειν, ὡς βιάζομαι τάδε, τοῖς ἐν τέλει βεβῶσι πείσομαι: τὸ γὰρ περισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα. οὔτ ἂν κελεύσαιμ οὔτ ἄν, εἰ θέλοις ἔτι πράσσειν, ἐμοῦ γ ἂν ἡδέως δρῴης μέτα.

ἀλλ ἴσθ ὁποῖά σοι δοκεῖ, κεῖνον δ ἐγὼ θάψω: καλόν μοι τοῦτο ποιούσῃ θανεῖν. φίλη μετ αὐτοῦ κείσομαι, φίλου μέτα, ὅσια πανουργήσας. ἐπεὶ πλείων χρόνος ὃν δεῖ μ ἀρέσκειν τοῖς κάτω τῶν ἐνθάδε. ἐκεῖ γὰρ αἰεὶ κείσομαι: σοὶ δ, εἰ δοκεῖ, τὰ τῶν θεῶν ἔντιμ ἀτιμάσας ἔχε. ἐγὼ μὲν οὐκ ἄτιμα ποιοῦμαι, τὸ δὲ βίᾳ πολιτῶν δρᾶν ἔφυν ἀμήχανος. σὺ μὲν τάδ ἂν προὔχοι: ἐγὼ δὲ δὴ τάφον χώσους ἀδελφῷ φιλτάτῳ πορεύσομαι. οἴμοι ταλαίνης, ὡς ὑπερδέδοικά σου. μὴ μοῦ προτάρβει: τὸν σὸν ἐξόρθου πότμον. ἀλλ οὖν προμηνύσῃς γε τοῦτο μηδενὶ τοὔργον, κρυφῇ δὲ κεῦθε, σὺν δ αὔτως ἐγώ. οἴμοι, καταύδα: πολλὸν ἐχθίων ἔσει σιγῶς, ἐὰν μὴ πᾶσι κηρύξῃς τάδε. θερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχεις. ἀλλ οἶδ ἀρέσκους οἷς μάλισθ ἁδεῖν με χρή. εἰ καὶ δυνήσει γ: ἀλλ ἀμηχάνων ἐρᾷς. οὐκοῦν, ὅταν δὴ μὴ σθένω, πεπαύσομαι. ἀρχὴν δὲ θηρᾶν οὐ πρέπει τἀμήχανα. εἰ ταῦτα λέξεις, ἐχθαρεῖ μὲν ἐξ ἐμοῦ, ἐχθρὰ δὲ τῷ θανόντι προσκείσει δίκῃ. ἀλλ ἐά με καὶ τὴν ἐξ ἐμοῦ δυσβουλίαν παθεῖν τὸ δεινὸν τοῦτο: πείσομαι γὰρ οὐ τοσοῦτον οὐδὲν ὥστε μὴ οὐ καλῶς θανεῖν. ἀλλ εἰ δοκεῖ σοι, στεῖχε: τοῦτο δ ἴσθ ὅτι ἄνους μὲν ἔρχει, τοῖς φίλοις δ ὀρθῶς φίλη.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION