호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἅπανθ ὁ μακρὸς κἀναρίθμητος χρόνος φύει τ ἄδηλα καὶ φανέντα κρύπτεται:? κοὐκ ἔστ ἀέλπτον οὐδέν, ἀλλ ἁλίσκεται χὠ δεινὸς ὁρ´κος χαἰ περισκελεῖς φρένες. κἀγὼ γάρ, ὃς τὰ δείν ἐκαρτέρουν τότε, βαφῇ σίδηρος ὣς ἐθηλύνθην στόμα πρὸς τῆσδε τῆς γυναικός: οἰκτίρω δέ νιν χήραν παρ ἐχθροῖς παῖδά τ ὀρφανὸν λιπεῖν. ἀλλ εἶμι πρός τε λουτρὰ καὶ παρακτίους λειμῶνας, ὡς ἂν λύμαθ ἁγνίσας ἐμὰ μῆνιν βαρεῖαν ἐξαλύξωμαι θεᾶς: μολών τε χῶρον ἔνθ ἂν ἀστιβῆ κίχω, κρύψω τόδ ἔγχος τοὐμόν, ἔχθιστον βελῶν, γαίας ὀρύξας ἔνθα μή τις ὄψεται: ἀλλ αὐτὸ νὺξ Αἵδης τε σῳζόντων κάτω. ἐγὼ γὰρ ἐξ οὗ χειρὶ τοῦτ ἐδεξάμην παρ Ἕκτορος δώρημα δυσμενεστάτου, οὔπω τι κεδνὸν ἔσχον Ἀργείων πάρα. ἀλλ ἔστ ἀληθὴς ἡ βροτῶν παροιμία, ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα. τοιγὰρ τὸ λοιπὸν εἰσόμεσθα μὲν θεοῖς εἴκειν, μαθησόμεσθα δ Ἀτρείδας σέβειν. ἄρχοντές εἰσιν, ὥσθ ὑπεικτέον. τί μήν· καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα ἕτοιμ ὑπείκει: τοῦτο μὲν νιφοστιβεῖς χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει: ἐξίσταται δὲ νυκτὸς αἰανὴς κύκλος τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν: δεινῶν τ ἀήμα πνευμάτων ἐκοίμισε στένοντα πόντον: ἐν δ ὁ παγκρατὴς ὕπνος λύει πεδήσας, οὐδ ἀεὶ λαβὼν ἔχει. ἡμεῖς δὲ πῶς οὐ γνωσόμεσθα σωφρονεῖν· ἔγωγ: ἐπίσταμαι γὰρ ἀρτίως ὅτι ὅ τ ἐχθρὸς ἡμῖν ἐς τοσόνδ ἐχθαρτέος, ὡς καὶ φιλήσων αὖθις, ἔς τε τὸν φίλον τοσαῦθ ὑπουργῶν ὠφελεῖν βουλήσομαι, ὡς αἰὲν οὐ μενοῦντα: τοῖς πολλοῖσι γὰρ βροτῶν ἄπιστός ἐσθ ἑταιρείας λιμήν. ἀλλ ἀμφὶ μὲν τούτοισιν εὖ σχήσει: σὺ δὲ ἔσω θεοῖς ἐλθοῦσα διὰ τάχους, γύναι, εὔχου τελεῖσθαι τοὐμὸν ὧν ἐρᾷ κέαρ. ὑμεῖς δ, ἑταῖροι, ταὐτὰ τῇδέ μοι τάδε τιμᾶτε, Τεύκρῳ τ, ἢν μόλῃ, σημήνατε μέλειν μὲν ἡμῶν, εὐνοεῖν δ ὑμῖν ἅμα. ἐγὼ γὰρ εἶμ ἐκεῖς ὅποι πορευτέον: ὑμεῖς δ ἃ φράζω δρᾶτε, καὶ τάχ ἄν μ ἴσως πύθοισθε, κεἰ νῦν δυστυχῶ, σεσωσμένον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기