- 텍스트

Sophocles, Ajax, episode 3:

(소포클레스, Ajax, episode 3:)

αἶρ αὐτόν, αἶρε δεῦρο:? ταρβήσει γὰρ οὒ νεοσφαγῆ που τόνδε προσλεύσσων φόνον, εἴπερ δικαίως ἔστ ἐμὸς τὰ πατρόθεν. ἀλλ αὐτίκ ὠμοῖς αὐτὸν ἐν νόμοις πατρὸς δεῖ πωλοδαμνεῖν κἀξομοιοῦσθαι φύσιν. ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος, τὰ δ ἄλλ ὅμοιος: καὶ γένοι ἂν οὐ κακός. καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω, ὁθούνεκ οὐδὲν τῶνδ ἐπαισθάνει κακῶν: ἐν τῷ φρονεῖν γὰρ μηδὲν ἥδιστος βίος, τὸ μὴ φρονεῖν γὰρ κάρτ ἀνώδυνον κακόν ἑώς τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθῃς. ὅταν δ ἵκῃ πρὸς τοῦτο, δεῖ ς ὅπως πατρὸς δείξεις ἐν ἐχθροῖς, οἱο῀ς ἐξ οἱού τράφης. τέως δὲ κούφοις πνεύμασιν βόσκου, νέαν ψυχὴν ἀτάλλων, μητρὶ τῇδε χαρμονήν. οὔτοι ς Ἀχαιῶν, οἶδα, μή τις ὑβρίσῃ στυγναῖσι λώβαις, οὐδὲ χωρὶς ὄντ ἐμοῦ. τοῖον πυλωρὸν φύλακα Τεῦκρον ἀμφί σοι λείψω τροφῆ τ ἀόκνον ἔμπα, κεἰ τανῦν τηλωπὸς οἰχνεῖ, δυσμενῶν θήραν ἔχων. ἀλλ, ἄνδρες ἀσπιστῆρες, ἐνάλιος λεώς, ὑμῖν τε κοινὴν τήνδ ἐπισκήπτω χάριν, κείνῳ τ ἐμὴν ἀγγείλατ ἐντολήν, ὅπως τὸν παῖδα τόνδε πρὸς δόμους ἐμοὺς ἄγων Τελαμῶνι δείξει μητρί τ, Ἐριβοίᾳ λέγω, ὥς σφιν γένηται γηροβοσκὸς εἰσαεί, μέχρις οὗ μυχοὺς κίχωσι τοῦ κάτω θεοῦ, καὶ τἀμὰ τεύχη μήτ ἀγωνάρχαι τινὲς θήσους Ἀχαιοῖς μήθ ὁ λυμεὼν ἐμός. ἀλλ αὐτό μοι σύ, παῖ, λαβὼν ἐπώνυμον, Εὐρύσακες, ἴσχε διὰ πολυρράφου στρέφων πόρπακος, ἑπτάβοιον ἄρρηκτον σάκος: τὰ δ ἄλλα τεύχη κοίν ἐμοὶ τεθάψεται. ἀλλ ὡς τάχος τὸν παῖδα τόνδ ἤδη δέχου καὶ δῶμα πάκτου, μηδ ἐπισκήνους γόους δάκρυε: κάρτα τοι φιλοίκτιστον γυνή. πύκαζε θᾶσσον: οὐ πρὸς ἰατροῦ σοφοῦ θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION