호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Αἰάς, ἔχειν ς ἂν οἶκτον ὡς κἀγὼ φρενὶ θέλοιμ ἄν:? αἰνοίης γὰρ ἂν τὰ τῆσδ ἔπη. καὶ κάρτ ἐπαίνου τεύξεται πρὸς γοῦν ἐμοῦ, ἐὰν μόνον τὸ ταχθὲν εὖ τολμᾷ τελεῖν. ἀλλ ὦ φίλ Αἰάς, πάντ ἔγωγε πείσομαι. κόμιζέ νύν μοι παῖδα τὸν ἐμόν, ὡς ἴδω. καὶ μὴν φόβοισί γ αὐτὸν ἐξελυσάμην. ἐν τοῖσδε τοῖς κακοῖσιν· ἢ τί μοι λέγεις· μὴ σοί γέ που δύστηνος ἀντήσας θάνοι. πρέπον γέ τἂν ἦν δαίμονος τοὐμοῦ τόδε. ἀλλ οὖν ἐγὼ φύλαξα τοῦτό γ ἀρκέσαι. ἐπῄνες ἔργον καὶ πρόνοιαν ἣν ἔθου. τί δῆτ ἂν ὡς ἐκ τῶνδ ἂν ὠφελοῖμί σε· δός μοι προσειπεῖν αὐτὸν ἐμφανῆ τ ἰδεῖν. καὶ μὴν πέλας γε προσπόλοις φυλάσσεται. τί δῆτα μέλλει μὴ οὐ παρουσίαν ἔχειν· ὦ παῖ, πατὴρ καλεῖ σε. δεῦρο προσπόλων ἄγ αὐτὸν ὅσπερ χερσὶν εὐθύνων κυρεῖς. ἑρ´ποντι φωνεῖς ἢ λελειμμένῳ λόγων· καὶ δὴ κομίζει προσπόλων ὅδ ἐγγύθεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기