호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐδεὶς ἐρεῖ ποθ ὡς ὑπόβλητον λόγον, Αἰάς, ἔλεξας, ἀλλὰ τῆς σαυτοῦ φρενός:? παῦσαί γε μέντοι καὶ δὸς ἀνδράσιν φίλοις γνώμης κρατῆσαι, τάσδε φροντίδας μεθείς. ὦ δέσποτ Αἰάς, τῆς ἀναγκαίας τύχης οὐκ ἔστιν οὐδὲν μεῖζον ἀνθρώποις κακόν. ἐγὼ δ ἐλευθέρου μὲν ἐξέφυν πατρός, εἴπερ τινὸς σθένοντος ἐν πλούτῳ Φρυγῶν: νῦν δ εἰμὶ δούλη: θεοῖς γὰρ ὧδ ἔδοξέ που καὶ σῇ μάλιστα χειρί. τοιγαροῦν, ἐπεὶ τὸ σὸν λέχος ξυνῆλθον, εὖ φρονῶ τὰ σά, καί ς ἀντιάζω πρός τ ἐφεστίου Διὸς εὐνῆς τε τῆς σῆς, ᾗ συνηλλάχθης ἐμοί, μή μ ἀξιώσῃς βάξιν ἀλγεινὴν λαβεῖν τῶν σῶν ὑπ ἐχθρῶν, χειρίαν ἐφείς τινι. ᾗ γὰρ θάνῃς σὺ καὶ τελευτήσας ἀφῇς, ταύτῃ νόμιζε κἀμὲ τῇ τόθ ἡμέρᾳ βίᾳ ξυναρπασθεῖσαν Ἀργείων ὕπο ξὺν παιδὶ τῷ σῷ δουλίαν ἕξειν τροφήν. καί τις πικρὸν πρόσφθεγμα δεσποτῶν ἐρεῖ λόγοις ἰάπτων: ἴδετε τὴν ὁμευνέτιν Αἰάντος, ὃς μέγιστον ἴσχυσεν στρατοῦ, οἱάς λατρείας ἀνθ ὅσου ζήλου τρέφει. τοιαῦτ ἐρεῖ τις: κἀμὲ μὲν δαίμων ἐλᾷ, σοὶ δ αἰσχρὰ τἄπη ταῦτα καὶ τῷ σῷ γένει. ἀλλ αἴδεσαι μὲν πατέρα τὸν σὸν ἐν λυγρῷ γήρᾳ προλείπων, αἴδεσαι δὲ μητέρα πολλῶν ἐτῶν κληροῦχον, ἥ σε πολλάκις θεοῖς ἀρᾶται ζῶντα πρὸς δόμους μολεῖν: οἴκτιρε δ, ὦναξ, παῖδα τὸν σόν, εἰ νέας τροφῆς στερηθεὶς σοῦ διοίσεται μόνος ὑπ ὀρφανιστῶν μὴ φίλων, ὅσον κακὸν κείνῳ τε κἀμοὶ τοῦθ, ὅταν θάνῃς, νεμεῖς. ἐμοὶ γὰρ οὐκέτ ἔστιν εἰς ὅ τι βλέπω πλὴν σοῦ. σὺ γάρ μοι πατρίδ ᾔστωσας δόρει, καὶ μητέρ ἄλλη μοῖρα τὸν φύσαντά τε καθεῖλεν Αἵδου θανασίμους οἰκήτορας. τίς δῆτ ἐμοὶ γένοιτ ἂν ἀντὶ σοῦ πατρίς· τίς πλοῦτος· ἐν σοὶ πᾶς ἔγωγε σῴζομαι. ἀλλ ἴσχε κἀμοῦ μνῆστιν: ἀνδρί τοι χρεὼν μνήμην προσεῖναι, τερπνὸν εἴ τί που πάθοι. χάρις χάριν γάρ ἐστιν ἡ τίκτους ἀεί: ὅτου δ ἀπορρεῖ μνῆστις εὖ πεπονθότος, οὐκ ἂν γένοιτ ἔθ οὗτος εὐγενὴς ἀνήρ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기