- 텍스트

Sophocles, Ajax, episode 2:

(소포클레스, Ajax, episode 2:)

Τέκμησσα, δεινά, παῖ Τελεύταντος, λέγεις ἡμῖν, τὸν ἄνδρα διαπεφοιβάσθαι κακοῖς.? ἰώ μοί μοι. τάχ, ὡς ἐοίκε, μᾶλλον: ἢ οὐκ ἠκούσατε Αἰάντος οἱάν τήνδε θωΰσσει βοήν· ἰώ μοί μοι. ἁνὴρ ἐοίκεν ἢ νοσεῖν ἢ τοῖς πάλαι νοσήμασιν ξυνοῦσι λυπεῖσθαι παρών. ἰὼ παῖ παῖ. ὤμοι τάλαιν: Εὐρύσακες, ἀμφὶ σοὶ βοᾷ. τί ποτε μενοινᾷ· ποῦ ποτ εἶ· τάλαιν ἐγώ. Τεῦκρον καλῶ. ποῦ Τεῦκρος· ἢ τὸν εἰσαεὶ λεηλατήσει χρόνον, ἐγὼ δ ἀπόλλυμαι· ἁνὴρ φρονεῖν ἐοίκεν. ἀλλ ἀνοίγετε. τάχ ἄν τιν αἰδῶ κἀπ ἐμοὶ βλέψας λάβοι. ἰδού, διοίγω: προσβλέπειν δ ἔξεστί σοι τὰ τοῦδε πράγη, καὐτὸς ὡς ἔχων κυρεῖ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION