호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἅπαν μαθήσει τοὔργον ὡς κοινωνὸς ὤν.? κεῖνος γὰρ ἄκρας νυκτός, ἡνίχ ἕσπεροι λαμπτῆρες οὐκέτ ᾖθον, ἄμφηκες λαβὼν ἐμαίετ ἔγχος ἐξόδους ἑρ´πειν κενάς. κἀγὼ πιπλήσσω καὶ λέγω: τί χρῆμα δρᾷς, Αἰάς· τί τήνδ ἄκλητος οὔθ ὑπ ἀγγέλων κληθεὶς ἀφορμᾷς πεῖραν οὔτε τοῦ κλύων σάλπιγγος· ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός. ὁ δ εἶπε πρός με βαί, ἀεὶ δ ὑμνούμενα: γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει. κἀγὼ μαθοῦς ἔληξ, ὁ δ ἐσσύθη μόνος. καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας: ἔσω δ ἐσῆλθε συνδέτους ἄγων ὁμοῦ ταύρους, κύνας βοτῆρας, εὐέρόν τ ἄγραν. καὶ τοὺς μὲν ηὐχένιζε, τοὺς δ ἄνω τρέπων ἔσφαζε κἀρράχιζε, τοὺς δὲ δεσμίους ᾐκίζεθ ὥστε φῶτας ἐν ποίμναις πίτνων. τέλος δ ὑπᾴξας διὰ θυρῶν σκιᾷ τινι λόγους ἀνέσπα, τοὺς μὲν Ἀτρειδῶν κάτα, τοὺς δ ἀμφ Ὀδυσσεῖ, συντιθεὶς γέλων πολύν, ὅσην κατ αὐτῶν ὕβριν ἐκτίσαιτ ἰών: κἄπειτ ἐπᾴξας αὖθις ἐς δόμους πάλιν, ἔμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται, καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος, παίσας κάρα θώϋξεν: ἐν δ ἐρειπίοις νεκρῶν ἐρειφθεὶς ἕζετ ἀρνείου φόνου, κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί. καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον: ἔπειτ ἐμοὶ τὰ δείν ἐπηπείλης ἔπη, εἰ μὴ φανοίην πᾶν τὸ συντυχὸν πάθος, κἀνήρετ ἐν τῷ πράγματος κυροῖ ποτέ. κἀγώ, φίλοι, δείσασα τοὐξειργασμένον ἔλεξα πᾶν ὅσονπερ ἐξηπιστάμην. ὁ δ εὐθὺς ἐξῴμωξεν οἰμωγὰς λυγράς, ἃς οὔποτ αὐτοῦ πρόσθεν εἰσήκους ἐγώ: πρὸς γὰρ κακοῦ τε καὶ βαρυψύχου γόους τοιούσδ ἀεί ποτ ἀνδρὸς ἐξηγεῖτ ἔχειν: ἀλλ ἀψόφητος ὀξέων κωκυμάτων ὑπεστέναζε ταῦρος ὣς βρυχώμενος. νῦν δ ἐν τοιᾷδε κείμενος κακῇ τύχῃ ἄσιτος ἁνήρ, ἄποτος, ἐν μέσοις βοτοῖς σιδηροκμῆσιν ἥσυχος θακεῖ πεσών: καὶ δῆλός ἐστιν ὥς τι δρασείων κακόν. τοιαῦτα γάρ πως καὶ λέγει κὠδύρεται. ἀλλ, ὦ φίλοι, τούτων γὰρ οὕνεκ ἐστάλην, ἀρήξατ εἰσελθόντες, εἰ δύνασθέ τι: φίλων γὰρ οἱ τοιοίδε νικῶνται λόγοις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기