- 텍스트

Polybius, Histories, book 36, b. olymp. 157, 4. i. bellum punicum tertium

(폴리비오스, Histories, book 36, b. olymp. 157, 4. i. bellum punicum tertium)

Ὅτι Μασανάσσης ὁ ἐν Λιβύῃ τῶν Νομάδων βασιλεὺς ἀνὴρ ἦν τῶν καθ ἡμᾶς βασιλέων ἄριστος καὶ μακαριώτατος, ὃς ἐβασίλευσεν ἔτη πλείω τῶν ἑξήκονθ, ὑγιεινότατος ὢν καὶ πολυχρονιώτατος:? ἐνενήκοντα γὰρ ἐτῶν ἐγεγόνει.

ἐγένετο δὲ καὶ δυναμικώτατος τῶν καθ αὑτὸν κατὰ τὴν σωματικὴν ἕξιν, ὅς, ὅτε μὲν στῆναι δέοι, στὰς ἐν τοῖς αὐτοῖς ἴχνεσι δι ἡμέρας ἔμενε, καθεζόμενος δὲ πάλιν οὐκ ἠγείρετο.

καὶ τὴν ἐπὶ τῶν ἱππικῶν κακοπάθειαν ἡμέραν καὶ νύκτα συνεχῶς διακαρτερῶν οὐδὲν ἔπασχεν.

σημεῖον δὲ τῆς σωματικῆς αὐτοῦ δυνάμεως: ἔχων ἐνενήκοντ ἔτη, καθ ὃν καιρὸν μετήλλαξε τὸν βίον, υἱὸν ἀπέλειπε τεττάρων ἐτῶν, ὄνομα Σθέμβανον, ὃν μετὰ ταῦτα Μικίψης υἱοποιήσατο, πρὸς δὲ τούτοις υἱοὺς ἐννέα.

διὰ δὲ τὴν πρὸς ἀλλήλους τούτων εὔνοιαν διετήρησε τὸν ὅλον βίον πάσης ἐπιβουλῆς καὶ παντὸς οἰκείου μιάσματος ἄμοιρον αὑτοῦ γενέσθαι τὴν βασιλείαν.

τὸ δὲ μέγιστον καὶ θειότατον τούτου:

πρῶτος καὶ μόνος ὑπέδειξε διότι δύναται πάντας ἐκφέρειν τοὺς ἡμέρους καρποὺς οὐδ ὁποίας ἧττον, ἑκάστῳ τῶν υἱῶν ἐν διαστάσει μυριοπλέθρους ἀγροὺς κατασκευάσας παμφόρους.

τῇ μὲν οὖν ἐκείνου μεταστάσει ταῦτ ἄν τις εὐλόγως ἐπιφθέγξαιτο καὶ δικαίως.

ὁ δὲ Σκιπίων παραγενόμενος εἰς τὴν Κίρταν ἡμέρᾳ τρίτῃ μετὰ τὸν τοῦ βασιλέως θάνατον διῴκησε καλῶς πάντα.

Μασανάσσην δ ἱστορεῖ Πολύβιος ἐνενήκοντα μὲν ἐτῶν ἀποθανεῖν, τετράετες καταλιπόντα παιδάριον ἐξ αὐτοῦ γεγενημένον:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION