호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄνθρωπος ποδαγρικὸς καὶ τελείως ἀδύνατος τοῖς ποσί, καὶ μετὰ τοῦτον Αὖλος Μαγκῖνος, ὃς κεραμίδος εἰς τὴν κεφαλὴν ἐμπεσούσης αὐτῷ τηλικαύτας καὶ τοσαύτας οὐλὰς εἶχε διὰ τῆς κεφαλῆς ὥστε θαυμαστὸν εἶναι πῶς ἐσώθη, καὶ Λεύκιος Μαλλέολος, ὃς πάντων ἐδόκει Ῥωμαίων ἀναισθητότατος ὑπάρχειν.? τῆς δὲ πράξεως προσδεομένης τάχους καὶ τόλμης ἐδόκουν ἀφυέστατοι πρὸς τὴν χρείαν εἶναι ταύτην οἱ καθεσταμένοι.
διὸ καί φασι Μάρκον Πόρκιον τὸν Κάτωνα προσαγορευόμενον εἰπεῖν ἐν συγκλήτῳ διότι συμβήσεται μὴ μόνον ἀπολόμενον φθάσαι τὸν Προυσίαν, ἀλλὰ καὶ τὸν Νικομήδην γηράσαντ ἐν τῇ βασιλείᾳ:
πῶς γὰρ οἱό῀ν τε καταταχῆσαι, πῶς δὲ καταταχήσασαν ἀνύσασθαί τι τὴν πρεσβείαν, μήτε πόδας μήτε κεφαλὴν μήτε καρδίαν ἔχουσαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기