호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Οὐ χρὴ δὲ θαυμάζειν ἐὰν ποτὲ μὲν τῷ κυρίῳ σημαίνωμεν αὑτοὺς ὀνόματι, ποτὲ δὲ ταῖς κοιναῖς ἐμφάσεσιν, οἱο῀ν οὕτως "ἐμοῦ δὲ ταῦτ εἰπόντος" καὶ πάλιν "ἡμῶν δὲ συγκαταθεμένων.? ἐπειδὴ φύσει μὲν ἀπρόσδεκτός ἐστιν ὁ τοιοῦτος λόγος, ἀναγκαῖος δ ὑπάρχει πολλάκις, ὅταν μὴ δυνατὸν ἄλλως ᾖ δηλῶσαι τὸ προκείμενον.
γέγονε δέ τι πρὸς τοῦτο τὸ μέρος ἡμῖν οἱο῀ν ἐκ ταὐτομάτου συνέργημα τὸ μηδένα μέχρι γε τῶν καθ ἡμᾶς καιρῶν ταὐτὸν ἡμῖν ὄνομα κεκληρονομηκέναι κυρίως, ὅσον γε καὶ ἡμᾶς εἰδέναι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기