- 텍스트

Polybius, Histories, book 36, chapter 10

(폴리비오스, Histories, book 36, chapter 10)

Περὶ μὲν οὖν Ῥωμαίων καὶ Καρχηδονίων ταῦτ ἐλέγετο:? περὶ δὲ τοῦ Ψευδοφιλίππου τὸ μὲν πρῶτον οὐδ ἀνεκτὸς ὁ λόγος ἐφαίνετο:

ἅτε γινωσκομένου τοῦ κατ ἀλήθειαν Φιλίππου διότι σχεδὸν ὀκτωκαίδεκα γεγονὼς ἐτῶν μετήλλαξε τὸν βίον ἐν Ἄλβᾳ τῆς Ἰταλίας δυσὶν ὕστερον ἔτεσιν αὐτοῦ τοῦ Περσέως.

μετὰ δὲ μῆνας τρεῖς ἢ τέτταρας προσπεσούσης φήμης διότι νενίκηκε μάχῃ τοὺς Μακεδόνας πέραν τοῦ Στρυμόνος κατὰ τὴν Ὀδομαντικήν, τινὲς μὲν ἀπεδέχοντο τὸν λόγον, οἱ δὲ πλείους ἀκμὴν ἠπίστουν.

μετ οὐ πολὺ δὲ πάλιν ἅμα τοῦ λόγου προσπίπτοντος ὅτι νικᾷ μάχῃ τοὺς Μακεδόνας ἐπὶ τάδε τοῦ Στρυμόνος καὶ πάσης Μακεδονίας κρατεῖ, καὶ Θετταλῶν γράμματα καὶ πρεσβευτὰς πεμψάντων πρὸς τοὺς Ἀχαιοὺς καὶ παρακαλούντων βοηθεῖν, ὡς καὶ περὶ αὐτοὺς ὑπάρχοντος κινδύνου, θαυμαστὸν ἐφάνη καὶ παράδοξον τὸ γεγονός:

οὐδεμία γὰρ οὔτε πιθανότης οὔτ εὐλογία προυφαίνετο περὶ τοῦ συμβεβηκότος.

τοιαῦται μὲν οὖν περὶ τούτων ἦσαν διαθέσεις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION