호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀμίλκας, ὁ καὶ Φαμέας, Καρχηδονίων στρατηγός, ὃς ὑπῆρχε κατὰ μὲν τὴν ἡλικίαν ἀκμάζων καὶ κατὰ τὴν ἕξιν ἐρρωμένος, τὸ δὲ μέγιστον ἐφόδιον πρὸς πολεμικὴν χρείαν, ἱππεὺς ἄγαν ἀγαθὸς καὶ τολμηρός.? Οἱ δὲ διαζηλοτυπούμενοι πρὸς τὸν Σκιπίωνα ἐπεβάλοντο διασύρειν τὰς πράξεις αὐτοῦ.
ὢν οὐκ ἄψυχος, ἐξέκλινε τὰς πρὸς τὸν Σκιπίωνα συμπλοκάς.
καί ποτε συνεγγίσας ταῖς ἐφεδρείαις, προβαλόμενος ὀφρὺν ἀπότομον ἐπέστη καὶ πλείω χρόνον. - Αἱ δὲ σημεῖαι τῶν Ῥωμαίων συνεπεφεύγεσαν εἰς βουνόν: ὅταν ἐξ ἀκεραίου βουλεύωνται, καὶ πλείω ποιεῖσθαι πρόνοιαν τοῦ μηδὲν παθεῖν ἢ τοῦ δρᾶσαι κακῶς τοὺς ἐχθρούς.
- Οὐ χρὴ θαυμάζειν εἰ φιλοτιμότερον ἐξηγούμεθα τὰ κατὰ τὸν Σκιπίωνα καὶ πᾶν τὸ ῥηθὲν ὑπ αὐτοῦ μετὰ διαστολῆς ἐξαγγέλλομεν. - Πολύβιος:
ἐν γὰρ τῇ Ῥώμῃ Μάρκον Πόρκιον ἀκούσαντα τὰς ἀριστείας Σκιπίωνος εἰπεῖν [πάλιν ἄλλον πρὸς ἐκεῖνον:
τί ἀκήκοας] οἰο῀ς πέπνυται: τοὶ δὲ σκιαὶ ἀΐσσουσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기