호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀλλὰ γὰρ ὀκνῶ μή ποτ εἰς τὸ περιφερόμενον ἐμπεσὼν λάθω, πότερον ὁ τὸν τράγον ἀμέλγων ἀφρονέστερος ἢ ὁ τὸ κόσκινον ὑπέχων:? δοκῶ γὰρ δὴ κἀγὼ πρὸς ὁμολογουμένην ψευδολογίαν ἀκριβολογούμενος καὶ τὸν ἐπιμετροῦντα λόγον εἰσφέρων παραπλήσιόν τι ποιεῖν. διὸ καὶ μάτην τελέως περὶ τούτων λέγειν, εἰ μή τις καὶ γράφειν ἐνύπνια βούλεται καὶ θεωρεῖν ἐγρηγορότος ἐνύπνια.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기