호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀθήναιος κατέπλευσε ναυσὶ καταφράκτοις ὀγδοήκοντα:? ὧν αἱ πέντε μὲν τετρήρεις ἦσαν Ῥοδίων τῶν ἀποσταλεισῶν εἰς τὸν Κρητικὸν πόλεμον, εἴκοσι δὲ Κυζικηνῶν, ἑπτὰ δ ἐπὶ ταῖς εἴκοσι τῶν περὶ τὸν Ἄτταλον, αἱ δὲ λοιπαὶ τῶν ἄλλων συμμάχων.
ποιησάμενος δὲ τὸν πλοῦν ἐφ Ἑλλησπόντου καὶ συνάψας ταῖς πόλεσι ταῖς ὑπὸ Προυσίαν ταττομέναις ἀποβάσεις τε συνεχεῖς ἐποιεῖτο καὶ κακῶς διετίθει τὴν χώραν.
ἡ δὲ σύγκλητος διακούσασα τῶν παρὰ τοῦ Προυσίου πρεσβευτῶν ἀνακεχωρηκότων ἐξ αὐτῆς τρεῖς ἄλλους ἀπέστειλεν, Ἄππιόν τε τὸν Κλαύδιον καὶ Λεύκιον Ὄππιον καὶ Αὖλον Ποστόμιον.
ὥστε παραχρῆμα μὲν εἴκοσι καταφράκτους νῆας ἀποδοῦναι Προυσίαν Ἀττάλῳ, πεντακόσια δὲ τάλαντα κατενεγκεῖν ἐν ἔτεσιν εἴκοσι:
τὴν δὲ χώραν ἀμφοτέρους ἔχειν ἣν καὶ πρότερον εἶχον, ὅτ εἰς τὸν πόλεμον ἐνέβαινον.
διορθώσασθαι δὲ Προυσίαν καὶ τὴν καταφθορὰν τῆς χώρας τῆς τε Μηθυμναίων καὶ τῶν Αἰγαιέων καὶ τῆς Κυμαίων καὶ Ἡρακλειωτῶν, ἑκατὸν τάλαντα δόντα τοῖς προειρημένοις.
γραφεισῶν δ ἐπὶ τούτοις τῶν συνθηκῶν, ἀπῆγον τὰς δυνάμεις εἰς τὴν οἰκείαν οἱ περὶ τὸν Ἄτταλον, τὰς ναυτικὰς καὶ τὰς πεζικάς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기