- 텍스트

Polybius, Histories, book 33, chapter 9

(폴리비오스, Histories, book 33, chapter 9)

Ὅτι τῶν Μασσαλιητῶν διαπρεσβευσαμένων πρὸς Ῥωμαίους κακῶς πάσχειν αὑτοὺς ὑπὸ τῶν Λιγυστίνων, παραχρῆμα κατέστησαν Φλαμίνιον καὶ Ποπίλιον Λαινᾶτον καὶ Λεύκιον Πόπιον πρεσβευτάς.? οἳ καὶ πλέοντες μετὰ τῶν Μασσαλιητῶν προσέσχον τῆς Ὀξυβίων χώρας κατὰ πόλιν Αἴγιτναν.

τὸν δὲ Φλαμίνιον καταλαβόντες ἀποβεβηκότα καὶ τὰς ἀποσκευὰς ἀποτεθειμένον, τὰς μὲν ἀρχὰς ἐκέλευον αὐτὸν ἐκ τῆς χώρας ἀπολύεσθαι, τοῦ δὲ παρακούοντος ἤρξαντο τὰ σκεύη διαρπάζειν.

τῶν δὲ παίδων καὶ τῶν ἀπελευθέρων ἀντιποιουμένων καὶ κωλυόντων, ἀπεβιάζοντο καὶ προσέφερον τούτοις τὰς χεῖρας.

ἐν ᾧ καιρῷ καὶ τοῦ Φλαμινίου βοηθοῦντος τοῖς ἰδίοις, τοῦτον μὲν κατέτρωσαν, δύο δὲ τῶν οἰκετῶν κατέβαλον, τοὺς δὲ λοιποὺς κατεδίωξαν εἰς τὴν ναῦν, ὡς τὸν Φλαμίνιον μόγις ἀποκόψαντα τἀπίγυα καὶ τὰς ἀγκύρας διαφυγεῖν τὸν κίνδυνον.

οὗτος μὲν ἀποκομισθεὶς εἰς Μασσαλίαν ἐθεραπεύετο μετὰ πάσης ἐπιμελείας:

ἡ δὲ σύγκλητος πυθομένη τὰ γεγονότα παραχρῆμα τὸν ἕνα τῶν ὑπάτων Κόιντον Ὀπίμιον ἐξαπέστελλε μετὰ δυνάμεως πολεμήσοντα τοῖς Ὀξυβίοις καὶ Δεκιήταις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION