- 텍스트

Polybius, Histories, book 31, chapter 33

(폴리비오스, Histories, book 31, chapter 33)

πάντα τἄλλα πάρεργα ποιησάμενος διεπέμπετο πρὸς τούτους, τὸ μὲν πρῶτον εἰς Παμφυλίαν, μετὰ δὲ ταῦτα πάλιν εἰς Ῥόδον, πάντα ποιήσειν Ῥωμαίοις ἀναδεχόμενος, ἑώς ἐξειργάσατο βασιλεὺς ὑπ αὐτῶν προσαγορευθῆναι.? καὶ γὰρ ἦν ὁ Τεβέριος εὔνους αὐτῷ διαφερόντως:

διὸ καὶ μεγάλα συνεβάλετο πρὸς τὸ καθικέσθαι καὶ κτήσασθαι τὰ κατὰ τὴν ἀρχὴν αὐτόν. ὁ δὲ Δημήτριος τυχὼν τῆς προειρημένης ἀφορμῆς εὐθέως εἰς τὴν Ῥώμην ἔπεμπε πρεσβευτὰς στέφανόν τε κομίζοντας καὶ τὸν αὐτόχειρα τοῦ Γναΐου γεγονότα καὶ σὺν τούτοις τὸν κριτικὸν Ἰσοκράτην.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION