- 텍스트

Polybius, Histories, book 31, chapter 19

(폴리비오스, Histories, book 31, chapter 19)

Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἦλθε καὶ Γνάιος ὁ Μερόλας ἐκ τῆς Ἀλεξανδρείας, διασαφῶν τῷ βασιλεῖ διότι πρὸς οὐθὲν τῶν ἀξιουμένων προσελήλυθεν ὁ ἀδελφός, ἀλλά φησι δεῖν μένειν ἐπὶ τοῖς ἐξ ἀρχῆς διομολογουμένοις.? ὁ δὲ βασιλεὺς ταῦτα διακούσας, εὐθέως προχειρισάμενος Κομανὸν καὶ Πτολεμαῖον τοὺς ἀδελφοὺς ἐξαπέστελλε πρεσβευτὰς εἰς τὴν Ῥώμην μετὰ τοῦ Γναΐου, διασαφήσοντας τῇ συγκλήτῳ περὶ τῆς τἀδελφοῦ πλεονεξίας καὶ καταφρονήσεως.

ἀπέλυσε δὲ κατὰ τὸν αὐτὸν καιρὸν καὶ τοὺς περὶ Τίτον ἀπράκτους ὁ πρεσβύτερος Πτολεμαῖος.

καὶ τὰ μὲν κατὰ τὴν Ἀλεξάνδρειαν καὶ Κυρήνην ἐπὶ τούτων ἦν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION