- 텍스트

Polybius, Histories, book 31, iii. res africae

(폴리비오스, Histories, book 31, iii. res africae)

Μετὰ δὲ ταῦτα Πτολεμαῖοις ὁ νεώτερος παραγεγονὼς εἰς τὴν Ἑλλάδα μετὰ τῶν πρεσβευτῶν συνήθροιζε ξενολόγιον ἐμβριθές.? ὃς κατασφάξας ἐν τῷ Φάκῳ τοὺς συνέδρους ἔφυγεν μετὰ γυναικὸς καὶ τέκνων ἐκ τῆς Μακεδονίας.

ἀφικόμενος δ εἰς τὴν τῶν Ῥοδίων Περαίαν καὶ ξενισθεὶς ὑπὸ τοῦ δήμου προετίθετο πλεῖν εἰς τὴν Κύπρον.

οἱ δὲ περὶ τὸν Τορκουᾶτον θεωροῦντες αὐτὸν συνεσταμένον ξενικὴν χεῖρα βαρεῖαν ὑπεμίμνησκον τῶν ἐντολῶν, διότι δεῖ χωρὶς πολέμου ποιεῖσθαι τὴν κάθοδον:

καὶ τέλος ἔπεισαν αὐτὸν ἑώς Σίδης προαγαγόντα τὸ ξενολόγιον διαλύσασθαι καὶ τῆς εἰς Κύπρον ἐπιβολῆς ἀποστῆναι καὶ συμμίσγειν αὑτοῖς ἐπὶ τοὺς τῶν Κυρηναίων ὁρ´ους.

αὐτοὶ δὲ πλεύσαντες εἰς τὴν Ἀλεξάνδρειαν ἔφασαν παραστήσεσθαι τὸν βασιλέα πρὸς τὰ παρακαλούμενα καὶ συναντήσειν ἐπὶ τοὺς ὁρ´ους, ἔχοντες κἀκεῖνον μεθ αὑτῶν.

τούτοις μὲν οὖν τοῖς λόγοις πεισθεὶς ὁ νεώτερος Πτολεμαῖος, ἀπογνοὺς τὰ κατὰ τὴν Κύπρον τὸ μὲν ξενολόγιον διέλυσεν, αὐτὸς δὲ τὸ μὲν πρῶτον εἰς Κρήτην ἀπέπλευσεν, τόν τε Δαμάσιππον ἔχων μεθ ἑαυτοῦ καὶ τῶν πρεσβευτῶν ἕνα Γνάιον Μερόλαν:

ξενολογήσας δ ἐκ τῆς Κρήτης περὶ χιλίους στρατιώτας ἀνήχθη καὶ διάρας εἰς τὴν Λιβύην κατέσχεν ἐπὶ τὸν Ἆπιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION