- 텍스트

Polybius, Histories, book 31, chapter 13

(폴리비오스, Histories, book 31, chapter 13)

Ἐπειδὴ δὲ πάντ ἦν ἕτοιμα τῷ ναυκλήρῳ λοιπόν τ ἔδει τὸν Δημήτριον ἀπαρτίζειν τὰ καθ αὑτόν, τὸν τροφέα προαπέστειλεν εἰς τὴν Συρίαν ὠτακουστήσοντα καὶ κατοπτεύσοντα τἀκεῖ συμβαίνοντα περὶ τοὺς ὄχλους.? ὁ δὲ σύντροφος Ἀπολλώνιος ἐξ ἀρχῆς αὐτῷ μετεῖχε τῆς ἐπιβολῆς:

δυεῖν δ ὑπαρχόντων ἀδελφῶν, Μελεάγρου καὶ Μενεσθέως, τούτοις ἐκοινώσατο τὴν πρᾶξιν, ἄλλῳ δ οὐδενὶ τῶν μετ αὐτοῦ, καίτοι πλειόνων ὄντων. οὗτοι δ ἦσαν Ἀπολλωνίου κατὰ φύσιν υἱοί, τοῦ μεγάλην μὲν εὐκαιρίαν ἔχοντος παρὰ Σελεύκῳ, μεταστάντος δὲ κατὰ τὴν Ἀντιόχου μετάληψιν τῆς ἀρχῆς εἰς Μίλητον.

τῆς δὲ συνταχθείσης ἡμέρας πρὸς τοὺς ναυτικοὺς συνεγγιζούσης, ἔδει γενέσθαι παρά τινι τῶν φίλων ὑποδοχὴν πρὸς τὴν ἔξοδον.

παρὰ γὰρ αὐτῷ ποιεῖν τὸ δεῖπνον οὐχ οἱό῀ν τ ἦν:

εἴθιστο γὰρ ἐπιμελῶς καλεῖν ἅπαντας τοὺς περὶ αὐτὸν ὄντας. οἱ δὲ συνειδότες τὴν πρᾶξιν ἔμελλον ἐξ οἴκου δειπνήσαντες ἐπὶ τὸ πλοῖον ἥξειν, ἔχοντες ἕνα παῖδα μεθ ἑαυτῶν ἕκαστος:

τοὺς γὰρ λοιποὺς ἀπεστάλκεισαν εἰς Ἀναγνείας, κατὰ τὴν ἐπιοῦσαν αὐτοὶ παρεψόμενοι. τὸν δὲ Πολύβιον συνέβαινεν κατὰ τὸν καιρὸν τοῦτον ἠσθενηκότα μένειν κατὰ κλίνην, εἰδέναι δὲ πάντα τὰ πραττόμενα, τοῦ Μενύλλου συνεχῶς αὐτῷ μεταδιδόντος αἰεὶ περὶ τῶν ὑποπιπτόντων.

γράψας βραχὺ πιττάκιον καὶ σφραγισάμενος πέμπει παρ αὑτοῦ παῖδα συσκοτάζοντος ἄρτι τοῦ θεοῦ, συντάξας ἐκκαλεσάμενον τὸν οἰνοχόον τοῦ Δημητρίου δοῦναι τὸ πιττάκιον, μηδὲν εἰπόντα τίς ἢ παρὰ τίνος, καὶ κελεύειν ἀποδιδόναι τῷ Δημητρίῳ παραχρῆμα διαναγνῶναι.

γενομένων δὲ πάντων κατὰ τὸ συνταχθέν, λαβὼν ὁ Δημήτριος ἐπανέγνω.

τὸ δὲ πιττάκιον περιεῖχε τὰς γνώμας ταύτας.

ὁ δρῶν τὰ τοῦ μέλλοντος οἴχεται φέρων. ἴσον φέρει νύξ, τοῖς δὲ τολμῶσιν πλέον.

τόλμα τι, κινδύνευε, πρᾶττ, ἀποτύγχανε, ἐπίτυχε, πάντα μᾶλλον ἢ σαυτὸν προοῦ. νᾶφε καὶ μέμνας ἀπιστεῖν: ἄρθρα ταῦτα τᾶν φρενῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION