- 텍스트

Polybius, Histories, book 31, chapter 3

(폴리비오스, Histories, book 31, chapter 3)

καὶ καθόλου παρακαλέσοντες τὴν σύγκλητον ἀποδέξασθαι τὴν τοῦ βασιλέως εὔνοιαν καὶ προθυμίαν, ἣν ἔχει καὶ κοινῇ καὶ κατ ἰδίαν πρὸς ἅπαντας Ῥωμαίους.? ἡ δὲ σύγκλητος διακούσασα τῶν λόγων τήν τε φιλίαν ἀνενεώσατο καὶ τὴν συμμαχίαν καὶ καθόλου τὴν ὅλην αἱρ´εσιν ἀποδεξαμένη τοῦ βασιλέως φιλανθρώπως ἐγενήθη.

τοῦτο δ ἐγένετο μάλιστα διὰ τὸ τοὺς περὶ τὸν Τεβέριον, καθ ὃν καιρὸν ἐξαπεστάλησαν ἐπισκεψόμενοι τὰ κατὰ τοὺς βασιλεῖς, ἐπανελθόντας εὐφήμους λόγους ποιήσασθαι περί τε τοῦ πατρὸς καὶ καθόλου τῆς βασιλείας αὐτῶν.

οἷς πιστεύσαντες οἱ τοῦ συνεδρίου τούς τε πρεσβευτὰς φιλανθρώπως ἀπεδέξαντο καὶ τὴν ὅλην αἱρ´εσιν τοῦ βασιλέως.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION