호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὅτι Δημήτριος ὁ τοῦ Σελεύκου πολὺν ἤδη χρόνον κατεχόμενος ἐν τῇ Ῥώμῃ κατὰ τὴν ὁμηρείαν πάλαι μὲν ἐδόκει παρὰ τὸ δίκαιον κατέχεσθαι:? δοθῆναι γὰρ ὑπὸ Σελεύκου τοῦ πατρὸς τῆς ἐκείνου πίστεως ἕνεκεν, Ἀντιόχου δὲ μετειληφότος τὴν βασιλείαν οὐκ ὀφείλειν ὑπὲρ τῶν ἐκείνου τέκνων ὁμηρεύειν.
οὐ μὴν ἀλλὰ τὸν μὲν πρὸ τοῦ χρόνον ἦγε τὴν ἡσυχίαν, καὶ μάλιστα διὰ τὴν ἀδυναμίαν:
ἦν γὰρ ἔτι παῖς: τότε δὲ τὴν ἀκμαιοτάτην ἔχων ἡλικίαν ἐποιήσατο λόγους, εἰσελθὼν εἰς τὴν σύγκλητον, ἀξιῶν καὶ παρακαλῶν κατάγειν αὑτὸν ἐπὶ τὴν βασιλείαν:
καθήκειν γὰρ αὑτῷ μᾶλλον ἢ τοῖς Ἀντιόχου τέκνοις τὴν ἀρχήν. ἐνετρέποντο μὲν ἅπαντες ἀκούοντες ἐν ἑαυτοῖς, κοινῇ γε μὴν ἔδοξε τῇ συγκλήτῳ τὸν μὲν Δημήτριον κατασχεῖν, τῷ δὲ καταλελειμμένῳ παιδὶ συγκατασκευάζειν τὴν ἀρχήν.
ὡς ἐμοὶ δοκεῖν, ὑπιδομένη τὴν ἀκμὴν τοῦ Δημητρίου, μᾶλλον δὲ κρίνασα συμφέρειν τοῖς σφετέροις πράγμασι τὴν νεότητα καὶ τὴν ἀδυναμίαν τοῦ παιδὸς τοῦ διαδεδεγμένου τὴν βασιλείαν.
ἐγένετο δὲ τοῦτο δῆλον ἐκ τῶν μετὰ ταῦτα συμβάντων.
εὐθέως γὰρ καταστήσαντες πρεσβευτὰς τοὺς περὶ Γνάιον Ὀκτάουιον καὶ Σπόριον Λοκρήτιον καὶ Λεύκιον Αὐρήλιον ἐξέπεμψαν, τοὺς διοικήσοντας τὰ κατὰ τὴν βασιλείαν, ὡς αὐτὴ προῃρεῖτο διὰ τὸ μηδένα τὸν ἐμποδὼν στησόμενον εἶναι τοῖς ἐπιταττομένοις, τοῦ μὲν βασιλέως παιδὸς ὄντος, τῶν δὲ προεστώτων ἀσμενιζόντων ἐπὶ τῷ μὴ παραδεδόσθαι τὰ πράγματα τῷ Δημητρίῳ:
μάλιστα γὰρ τοῦτο προσεδόκων.
οἱ μὲν οὖν περὶ τὸν Γνάιον ἐξώρμησαν, ἔχοντες ἐντολὰς πρῶτον μὲν τὰς ναῦς τὰς καταφράκτους διαπρῆσαι, μετὰ δὲ ταῦτα τοὺς ἐλέφαντας νευροκοπῆσαι καὶ καθόλου λυμήνασθαι τὴν βασίλειον δύναμιν.
προσενετείλαντο δὲ τούτοις καὶ τὰ κατὰ τὴν Μακεδονίαν ἐπισκέψασθαι:
συνέβαινε γὰρ τοὺς Μακεδόνας ἀήθεις ὄντας δημοκρατικῆς καὶ συνεδριακῆς πολιτείας στασιάζειν πρὸς αὑτούς. ἔδει δὲ τοὺς περὶ τὸν Γνάιον καὶ τὰ περὶ τοὺς Γαλάτας καὶ τὰ κατὰ τὴν Ἀριαράθου βασιλείαν ἐποπτεῦσαι.
μετὰ δέ τινα χρόνον αὐτοῖς ἐπαπεστάλη γράμματα παρὰ τῆς συγκλήτου καὶ τοὺς ἐν Ἀλεξανδρείᾳ βασιλεῖς διαλῦσαι κατὰ δύναμιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기