호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δὲ λοιποὶ πάντες ἐκτρέχοντες ἐκ τῆς παρεμβολῆς ἄνοπλοι συνίσταντο πρὸ τῆς ἰδίας στρατοπεδείας, ἐκπλαγεῖς ὄντες ἐπὶ τοῖς γινομένοις.? ὁ δὲ Σκιπίων, τῶν πραγμάτων ὡς ἂν εἰ κατ εὐχὴν αὐτῷ προχωρησάντων, ἐπιπεσὼν τοῖς ἐξεληλυθόσιν, οὓς μὲν ἐφόνευεν, οὓς δὲ καταδιώκων ἅμα τὸ πῦρ ἐνέβαλλε ταῖς σκηναῖς.
οὗ γενομένου παραπλήσια συνέβαινε πάσχειν τοὺς Φοίνικας ὑπὸ τοῦ πυρὸς καὶ τῆς ὅλης περιστάσεως τοῖς ἄρτι ῥηθεῖσι περὶ τῶν Νομάδων.
οἱ δὲ περὶ τὸν Ἀσδρούβαν τοῦ μὲν τῷ πυρὶ βοηθεῖν αὐτόθεν εὐθέως ἀπέστησαν, γνόντες ἐκ τοῦ συμβαίνοντος ὅτι καὶ περὶ τοὺς Νομάδας οὐκ αὐτομάτως, καθάπερ ὑπέλαβον, ἀλλ ἐκ τῆς τῶν πολεμίων ἐπιβολῆς καὶ τόλμης ἐγεγόνει τὸ δεινόν:
ἐγίνοντο δὲ περὶ τὸ σῴζειν ἑαυτούς, βραχείας σφίσι καὶ περὶ τοῦτο τὸ μέρος ἐλπίδος ἔτι καταλειπομένης.
ὥστε καὶ τοῖς ἀνδραγαθεῖν προαιρουμένοις ἐμπόδια ταῦτα γίνεσθαι, καὶ διὰ τὴν ταραχὴν καὶ σύγχυσιν ἀνέλπιστον εἶναι τὴν σωτηρίαν.
παραπλήσια δὲ τούτοις ἦν καὶ τὰ περὶ τὸν Σόφακα καὶ τοὺς ἄλλους ἡγεμόνας.
πλὴν οὗτοι μὲν ἀμφότεροι μετ ὀλίγων ἱππέων ἐξέσωσαν αὑτούς: αἱ δὲ λοιπαὶ μυριάδες ἀνδρῶν, ἵππων, ὑποζυγίων, ἀτυχῶς μὲν καὶ ἐλεεινῶς ὑπὸ τοῦ πυρὸς ἀπώλλυντο:
αἰσχρῶς δὲ καὶ ἐπονειδίστως ἔνιοι τῶν ἀνδρῶν, τὴν τοῦ πυρὸς βίαν φεύγοντες, ὑπὸ τῶν πολεμίων διεφθείροντο, χωρὶς οὐ μόνον τῶν ὅπλων, ἀλλὰ καὶ τῶν ἱματίων, γυμνοὶ φονευόμενοι.
καθόλου δὲ πᾶς ἦν ὁ τόπος οἰμωγῆς, βοῆς ἀτάκτου, φόβου, ψόφου παρηλλαγμένου, σὺν δὲ τούτοις πυρὸς ἐνεργοῦ καὶ φλογὸς ὑπερβαλλούσης πλήρης:
ὧν ἓν ἱκανὸν [ὀ`ν] ἐκπλῆξαι τὴν ἀνθρωπίνην φύσιν, μηδ ὅτι καὶ πάνθ ὁμοῦ συγκυρήσαντα παραδόξως.
διὸ καὶ τὸ γεγονὸς οὐδὲ καθ ὑπερβολὴν εἰκάσαι δυνατὸν οὐδενὶ τῶν ὄντων ἐστίν:
οὕτως ὑπερπεπαίκει τῇ δεινότητι πάσας τὰς προειρημένας πράξεις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기