호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"εἰς τὰ συμπόσια τῷ δικαιοτάτῳ καὶ δημοκρατικωτάτῳ τῶν μέτρων κάθοδος, ὑπὸ δή τινος καιροῦ νήφοντος ὥσπερ τυράννου πεφυγαδευμένῳ πολὺν χρόνον. "καθάπερ γὰρ οἱ περὶ λύραν κανονικοὶ τῶν λόγων φασὶ τὸν μὲν ἡμιόλιον τὴν διὰ πέντε συμφωνίαν παρασχεῖν τὸν δὲ διπλάσιον τὴν διὰ πασῶν, τὴν δὲ διὰ τεσσάρων ἀμυδροτάτην οὖσαν ἐν ἐπιτρίτῳ συνίστασθαι: "οὕτως οἱ περὶ τὸν Διόνυσον ἁρμονικοὶ τρεῖς κατεῖδον οἴνου συμφωνίας πρὸς ὕδωρ, διὰ πέντε καὶ διὰ τριῶν καὶ διὰ τεσσάρων, οὕτω μὲν λέγοντες καὶ ᾄδοντες ἢ πέντε πίνειν ἢ τρί ἢ μὴ τέσσαρα. "πέντε γὰρ ἐν ἡμιολίῳ λόγῳ, τριῶν ὕδατος κεραννυμένων πρὸς δύ οἴνου: "τρία δ ἐν διπλασίῳ πρὸς ἕνα μιγνυμένων δυεῖν: "τέσσαρα δ, εἰς ἕνα τριῶν ὕδατος ἐπιχεομένων, οὗτός ἐστιν ἐπίτριτος λόγος, ἀρχόντων τινῶν ἐν πρυτανείῳ νοῦν ἐχόντων ἢ διαλεκτικῶν τὰς ὀφρῦς ἀνεσπακότων, ὅταν τὰς μεταπτώσεις τῶν λόγων ἀνασκοπῶσι, νηφάλιος καὶ ἀδρανὴς κρᾶσις. "ἐκείνων δὲ τῶν ἄλλων ἡ μὲν δυεῖν πρὸς ἕνα τὸν ταρακτικὸν τοῦτον καὶ ἀκροθώρακα τῆς μέθης ἐπάγει τόνον κινοῦντα χορδὰς τὰς ἀκινήτους φρενῶν οὔτε γὰρ ἐᾷ νήφειν οὔτε καταδύειν παντάπασι τὸ ἀνόητον εἰς τὸν ἄκρατον: "ἡ δὲ δυεῖν πρὸς τρία μουσικωτάτη, πᾶς ὑπνοφόρος· "καὶ λαθικηδὴς καὶ κατὰ τὴν Ἡσιόδειον ἐκείνην ἀλεξιάρην παίδων εὐκηλήτειραν τῶν ἐν ἡμῖν ἀγερώχων καὶ ἀκόσμων παθῶν διὰ βάθους ποιοῦσα γαλήνην καὶ ἡσυχίαν· πρὸς ταῦτα τῷ Ἀρίστωνι ἀντεῖπε μὲν οὐδείς:
δῆλος γὰρ ἦν παίζων:
ἐγὼ δ ἐκέλευσα λαβόντα ποτήριον ὥσπερ λύραν ἐντείνεσθαι τὴν ἐπαινουμένην κρᾶσιν καὶ ἁρμονίαν, καὶ προσελθὼν ὁ παῖς ὑπήχει τὴν ἄκρατον: ὁ δ ἀνεδύετο, λέγων ἅμα γέλωτι τῶν λογικῶν εἶναι περὶ μουσικὴν οὐ τῶν ὀργανικῶν.
φρονιμώτερον.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기