- 텍스트

Plutarch, Quaestiones Convivales, book 3, Περὶ καιροῦ συνουσίας.? 18:

(플루타르코스, Quaestiones Convivales, book 3, Περὶ καιροῦ συνουσίας. 18:)

"ὦ Ὀλύμπιχε, παντάπασιν ἔτι τῆς κοτταβίσεως ὄζοντα καὶ τῶν κρεοφαγιῶν ἐκείνων, οὐκ ἐν δέοντι. "νέοι τε γὰρ πάρεισι γεγαμηκότες, ὑφ ὧν δεῖ φιλοτήσια ἔργα τελεῖσθαι: "καὶ ἡμᾶς οὔπω παντάπασιν ἡ Ἀφροδίτη πέφευγεν, ἀλλὰ καὶ προσευχόμεθα δήπουθεν αὐτῇ λέγοντες ἐν τοῖς τῶν θεῶν ὕμνοις ἀνάβαλλ ἄνω τὸ γῆρας, ὦ καλὰ Ἀφροδίτα. "σκοπῶμεν οὖν, εἰ δοκεῖ, πότερον ἐμμελῶς καὶ προσηκόντως ὁ Ἐπίκουρος ἢ παρὰ πᾶν δίκαιον ἀφαιρεῖ τὴν Ἀφροδίτην τῆς νυκτός: "καίτοι κράτιστον αὐτῇ θεῶν μετεῖναί φησιν ἐρωτικὸς ἀνὴρ Μένανδρος. "συνετέθη γὰρ οἶμαι καλῶς παρακάλυμμα τῆς ἡδονῆς τὸ σκότος προθεμένους ταῦτα πράσσειν, καὶ μὴ διὰ φωτὸς ἐντυγχάνοντας ἐξελαύνειν τῶν ὀμμάτων τὸ αἰδούμενον καὶ τῷ ἀκολάστῳ θάρσος ἐμποιεῖν καὶ μνήμας ἐναργεῖς, αἷς τὸ ἐνδιατρίβειν αὖθις ἐκριπίζει τὰς ἐπιθυμίας. "ὄψις γὰρ ἡμῖν ὀξυτάτη τῶν διὰ τοῦ σώματος ἔρχεται κατὰ τὸν Πλάτωνα παθημάτων, καὶ σφόδρα ταῖς ἐγγὺς φαντασίαις τὴν ψυχὴν ἐγείρουσα πρὸς τὰ εἴδωλα τῆς ἡδονῆς, καινὴν ἀεὶ ποιεῖ καὶ πρόσφατον ἐπιθυμίαν. "ἡ δὲ νὺξ τὰ πλεῖστα καὶ μανιωδέστατα τῶν ἔργων ἀφαιροῦσα παράγει καὶ κατευνάζει τὴν φύσιν, οὐκ ἐξοκέλλους ὑπὸ τῆς ὄψεως εἰς ὕβριν. "ἄνευ δὲ τούτων, τίν ἔχει λόγον ἀπὸ δείπνου μὲν ἥκοντα γεγανωμένον, ἂν οὕτω τύχῃ, στέφανον κομίζοντα καὶ μύρῳ κεχριμένον, ἀποστραφέντα καὶ συγκαλυψάμενον καθεύδειν: "ἡμέρας δὲ καὶ διὰ μέσου τῶν πράξεων ἐκ τῆς γυναικωνίτιδος τὴν γυναῖκα μεταπέμπεσθαι πρός τι τοιοῦτον ἢ πρωὶ δίκην ἀλεκτρυόνος συμπλέκεσθαι· "τὴν γὰρ ἑσπέραν, ὦ ἑταῖρε, τῶν πόνων ἀνάπαυσιν τὸν δ ὄρθρον ἀρχήν: "καὶ τὴν μὲν ὁ Λύσιος ἐπισκοπεῖ Διόνυσος μετὰ τῆς Τερψιχόρης καὶ Θαλείας, ὁ δὲ πρὸς τὴν ἐργάνην Ἀθηνᾶν καὶ τὸν ἀγοραῖον Ἑρμῆν ἐπανίστησι. "διὸ τὴν μὲν ᾠδαὶ κατέχουσι καὶ χορεῖαι καὶ ὑμέναιος κῶμοί τ εἰλαπίναι τε καὶ ἠχήεις θρόος αὐλῶν: "τὸν δὲ κτύποι ῥαιστήρων καὶ τρισμοὶ πριόνων καὶ τελωνικῶν ἐπορθρισμοὶ κεκραγμῶν καὶ κηρύγματα καλουμένων ἐπὶ δίκας ἢ θεραπείας τινῶν βασιλέων ἢ ἀρχόντων: "ἐν ᾧ καιρῷ φροῦδα τὰ τῆς ἡδονῆς, λήγει δὲ Κύπρις θαλίαι τε νέων, οὐδέ τι, θύρσος φύλλα Βακχείου: "συντείνουσι γὰρ αἱ φροντίδες. "ἔπειτα δὲ καὶ ὁ ποιητὴς τῶν ἡρώων οὔτε γαμετῇ τινα μεθ ἡμέραν οὔτε παλλακίδι συγκατέκλινε, πλὴν ἢ τὸν Πάριν δραπετεύσαντα ποιήσας καταδυόμενον εἰς τοὺς κόλπους τῆς γυναικός, ὡς οὐκ ἀνδρὸς ἀλλὰ μοιχοῦ λυσσῶντος οὖσαν τὴν μεθημερινὴν ἀκρασίαν. "καὶ μὴν οὐδὲ τὸ σῶμα βλάπτοιτ ἂν ὑπὸ τῆς συνουσίας μᾶλλον, ὡς Ἐπίκουρος οἰέται, μετὰ τὸ δεῖπνον, ἄν γε μὴ μεθύων τις ἢ ῥηγνύμενος ὑπὸ πλησμονῆς ἅπτηται καὶ βεβαρημένος: "ἀμέλει γὰρ οὕτως ἐπισφαλὲς τὸ πρᾶγμα καὶ βλαβερόν. ἂν δ ἱκανῶς ἔχων τις αὑτοῦ καὶ μετρίως διακεχυμένος, τοῦ τε σώματος αὐτοῦ μαλακοῦ γεγονότος καὶ τῆς ψυχῆς παρεστώσης, διὰ χρόνου ποιῆται τὴν ἔντευξιν, οὔτε ταραχὴν ἀπεργάζεται μεγάλην διὰ τὸν ὄγκον οὔτ ἄλλο τι ὧν ἐπήγαγεν ἢ ψῦξις ἢ μετάθεσις ἐξ ἕδρας ἀτόμων, φησιν Ἐπίκουρος: "ἀλλὰ τῇ φύσει τὸ οἰκεῖον ἀποδούς , ἑαυτὸν δέ πως ἀπογαληνίσας ἀναπληρώσει, νέας ἐπιρροῆς τοῖς κενώμασι γιγνομένης. "ἐκεῖνο δὲ μᾶλλον ἄξιον εὐλαβείας, τὸ σύνεγγυς ὄντα τῶν πράξεων ἀφροδισίοις χρῆσθαι, μήποτ ἄρα μετέωρον τὸ σῶμα καὶ κεκλονημένον αἵ τε τῆς ψυχῆς φροντίδες αἵ τε περὶ τὰς χρείας πραγματεῖαι καὶ κόποι παραλαβόντες εὐθὺς ἐκτραχύνωσιν, οὐχ ἱκανὸν ἐν μέσῳ διάλειμμα τῆς φύσεως εἰς ἀνάπαυσιν λαβούσης . οὐ γὰρ πάντες, ὦ ἑταῖρε, τὴν Ἐπικούρου σχολὴν καὶ ῥᾳστώνην ὑπὸ λόγου καὶ φιλοσοφίας ἄφθονον εἰς ἀεὶ παρεσκευασμένην ἔχουσι: "πολλοὶ δ ἕκαστον ἀγῶνες ἐκδέχονται δι ἡμέρας, γυμνάσια δ ὡς ἔπος εἰπεῖν ἅπαντας: "οἷς οὔτε καλὸν οὔτε συμφέρον οὕτω διακείμενον τὸ σῶμα παρέχειν λυσσώσῃ συνουσίᾳ διακεχυμένον. "τὸ δὲ μακάριον καὶ ἄφθαρτον ἔστω μὲν ὀ`ν οἱο῀ν αὐτῷ, μὴ φροντίζον τῶν καθ ἡμᾶς: "ἡμῖν δέ που νόμῳ πόλεως συνεπομένοις ἐξευλαβητέον ἐστὶν εἰς θέρος ἐμβαλεῖν καὶ κατάρχεσθαι θυσιῶν, ὀλίγον ἔμπροσθεν διαπεπραγμένοις τι τοιοῦτον. "ὅθεν εὖ ἔχει τὸ τὴν νύκτα καὶ τὸν ὕπνον ἐν μέσῳ θεμένους καὶ ποιήσαντας ἱκανὸν διάλειμμα καὶ διάστημα καθαροὺς αὖθις ὥσπερ ἐξ ὑπαρχῆς καὶ νέα ἐφ ἡμέρῃ φρονέοντας κατὰ Δημόκριτον ἀνίστασθαι.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION