호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἐζητεῖτο περὶ τούτου, πότερον οὐδ’ ὅλωσ ἐσκέφθαι καλῶσ εἶχε τὸν φιλόσοφον περὶ συνουσίασ καιροῦ καὶ ὡρ́ασ, ἢ βέλτιον μὲν ἐν καιρῷ καὶ μετὰ λογισμοῦ τὰ τοιαῦτα πράττειν, τὸν δὲ καιρὸν ἄλλωσ μὲν ἐπισκοπεῖν οὐκ ἄτοπον ἐν δὲ συμποσίῳ καὶ περὶ τράπεζαν αἰσχρόν; "ἐμοὶ γὰρ δοκεῖ τοὐναντίον ἄν τισ ἐγκαλέσαι φιλοσόφῳ, μεθ’ ἡμέραν ἐν τῇ διατριβῇ πολλῶν καὶ παντοδαπῶν ἀνθρώπων παρόντων περὶ τούτου διαλεγομένῳ· "κύλικοσ δὲ προκειμένησ ἐν συνήθεσι καὶ φίλοισ, ἔνθα καὶ τὸ παραλέξαι μῦθον ἀμβλὺν ὄντα καὶ ψυχρὸν ἐν οἴνῳ συμφέρει, πῶσ αἰσχρὸν εἰπεῖν τι καὶ ἀκοῦσαι εἰσ συνουσίασ χρῆσιν ὠφελίμωσ λεγόμενον;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기