호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"εἰ μὲν ἠλίθιος εἶ, σοφὸν πρᾶγμα ποιεῖς εἰ δὲ σοφός, ἠλίθιον.? "κρύπτειν, ἔργον δὲ ἐν ἀνέσει καὶ παρ οἶνον" ὅστ ἐφέηκε πολύφρονά περ μάλ ἀεῖσαι, καὶ θ ἁπαλὸν γελάσαι καὶ τ ὀρχήσασθαι ἀνῆκε: καί τι ἔπος προέηκεν, ὅπερ τ ἄρρητον ἄμεινον:
οἰνώσεως ἐνταῦθα τοῦ ποιητοῦ καὶ μέθης, ὡς ἐμοὶ δοκεῖ, διαφορὰν ὑποδεικνύντος. ᾠδὴ μὲν γὰρ καὶ γέλως καὶ ὄρχησις οἰνωμένοις μετρίως ἔπεισι: τὸ δὲ λαλεῖν καὶ λέγειν, ἃ βέλτιον ἦν σιωπᾶν, παροινίας ἢδη καὶ μέθης ἔργον ἐστί.
οὐδὲ τραπέζῃ γνώτην ἀλλήλων δῆλός ἐστιν εἰδὼς τὸ πολύφωνον τοῦ οἴνου καὶ λόγων πολλῶν γόνιμον.
οὐ γὰρ ἔστι τρωγόντων σιωπῇ καὶ πινόντων γνῶσις:
ἀλλ ὅτι τὸ πίνειν εἰς τὸ λαλεῖν προάγεται, τῷ δὲ λαλεῖν ἐμφαίνεται καὶ τῷ ἀπογυμνοῦσθαι πολλὰ τῶν ἄλλως λανθανόντων, παρέχει τινὰ τὸ συμπίνειν καὶ κατανόησιν ἀλλήλων: "τί τὰς θυρίδας, ὦ μακάριε, ζητεῖς ἐκείνας, δι ὧν ἄλλος·
"ἄλλου κατόψεται τὴν διάνοιαν· "ὁ γὰρ οἶνος ἡμᾶς ἀνοίγει καὶ δείκνυσιν οὐκ ἐῶν ἡσυχίαν ἄγειν, ἀλλ ἀφαιρῶν τὸ πλάσμα καὶ τὸν σχηματισμόν, ἀπωτάτω τοῦ νόμου καθάπερ παιδαγωγοῦ γεγονότων. Αἰσώπῳ μὲν οὖν καὶ Πλάτωνι, καὶ εἴ τις ἄλλος ἐξετάσεως τρόπου δεῖται, πρὸς τοῦτο χρήσιμον ὁ ἄκρατος:
οἱ δὲ μηδὲν ἀλλήλους βασανίζειν δεόμενοι μηδὲ καταφωρᾶν ἀλλ ἢ χρῆσθαι φιλοφρόνως, τὰ τοιαῦτα προβλήματα καὶ τοὺς λόγους ἄγουσι συνιόντες, οἷς ἀποκρύπτεται τὰ φαῦλα τῆς ψυχῆς, τὸ δὲ βέλτιστον ἀναθαρρεῖ καὶ τὸ μουσικώτατον, ὥσπερ ἐπὶ λειμῶνας οἰκείους καὶ νομὰς ὑπὸ φιλολογίας προερχόμενον.
ὅθεν καὶ ἡμεῖς τρίτην δεκάδα ταύτην σοι πεποιήμεθα συμποτικῶν ζητημάτων, τὸ περὶ τῶν στεφάνων πρῶτον ἔχουσαν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기