- 텍스트

Plutarch, Quaestiones Convivales, book 1, Διὰ τί μᾶλλον ἀκράτῳ χαίρουσιν οἱ γέροντες.?

(플루타르코스, Quaestiones Convivales, book 1, Διὰ τί μᾶλλον ἀκράτῳ χαίρουσιν οἱ γέροντες.)

ἐζητεῖτο περὶ τῶν γερόντων, διὰ τί μᾶλλον ἀκρατοτέρῳ τῷ ποτῷ χαίρουσιν. ἱκανὸν δὲ πρὸς τὴν αἰτίαν οὐδ ἀληθὲς λέγοντες.

καὶ γὰρ ἐπὶ τῶν ἄλλων αἰσθήσεων ταὐτὸ συμβέβηκε.

δυσκίνητοι γάρ εἰσι καὶ δυσμετάβλητοι πρὸς τὰς ἀντιλήψεις τῶν ποιοτήτων, ἂν μὴ κατάκοροι καὶ σφοδραὶ προσπέσωσιν αἰτία δ ἡ τῆς ἕξεως ἄνεσις: ἐκλυομένη γὰρ καὶ ἀτονοῦσα πλήττεσθαι φιλεῖ. διὸ τῇ τε γεύσει μάλιστα τοὺς δηκτικοὺς προσίενται χυμούς, ἣ τ ὄσφρησις αὐτῶν ὅμοια πέπονθε πρὸς τὰς ὀσμάς: κινεῖται γὰρ ὑπὸ τῶν ἀκράτων καὶ σφοδρῶν ἥδιον.

ἡ δ ἁφὴ πρὸς τὰ ἕλκη δυσπαθής: τραύματα γὰρ ἐνίοτε λαμβάνοντες οὐ μάλα πονοῦσιν. ὁμοιότατον δὲ γίγνεται τὸ τῆς ἀκοῆς: οἱ γὰρ μουσικοὶ γηρῶντες ὀξύτερον ἁρμόζονται καὶ σκληρότερον, οἱο῀ν ὑπὸ πληγῆς τῆς συντόνου φωνῆς ἐγείροντες τὸ αἰσθητήριον. ὅ τι γὰρ σιδήρῳ πρὸς ἀκμὴν στόμωμα, τοῦτο σώματι πνεῦμα παρέχει πρὸς αἴσθησιν:

ἀπολείπεται καὶ γεῶδες τὸ αἰσθητήριον καὶ σφοδροῦ τοῦ νύττοντος, οἱο῀ν ὁ ἄκρατός ἐστι, δεόμενον.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION