호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πότερον τῆς μὲν αἰγὸς βδελυττόμενοι τὸ ἀκόλαστον καὶ δυσῶδες, ἢ φοβούμενοι τὸ νοσηματικόν·? δοκεῖ γὰρ ἐπιληψίᾳ καταλαμβάνεσθαι μάλιστα τῶν ζῴων καὶ προσαναχρώννυσθαι τοῖς φαγοῦσιν ἢ θιγοῦσιν ὑπὸ τοῦ πάθους ἐχομένης. αἰτίαν δὲ λέγουσι τὴν στενότητα τῶν πνευματικῶν πόρων πολλάκις ἐπιλαμβανομένην, τεκμαιρόμενοι τῇ λεπτότητι τῆς φωνῆς.
καὶ γὰρ ἀνθρώπων ὅσοις ἐπιληπτίζουσι συμβαίνει φθέγγεσθαι, μηκασμῷ παραπλησίαν φωνὴν ἀφιᾶσι. τῷ δὲ κυνὶ τοῦ μὲν ἀκολάστου καὶ δυσώδους ἧττον ἴσως μέτεστι:
καίτοι φασὶν ἔνιοι μήτε τῆς Ἀθηναίων ἀκροπόλεως ἐπιβαίνειν κύνα μήτε τῆς Δηλίων νήσου διὰ τὴν ἐμφανῆ μῖξιν, ὥσπερ βοῶν καὶ συῶν καὶ ἵππων ἐν θαλάμοις ἀλλ οὐκ ἐμφανῶς καὶ ἀνέδην ὀχευόντων.
ἀγνοοῦσιν, ὅτι μάχιμον ὄντα τὸν κύνα τῶν ἀσύλων καὶ ἁγίων ἐξείργουσιν ἱερῶν, ἀσφαλῆ καταφυγὴν τοῖς ἱκέταις διδόντες.
εἰκὸς μὲν οὖν ἐστι καὶ τὸν ἱερέα τοῦ Διὸς ὥσπερ ἔμψυχον καὶ ἱερὸν καὶ ἄγαλμα καταφύξιμον ἀνεῖσθαι τοῖς δεομένοις καὶ ἱκετεύουσι, μηδενὸς ἀπείργοντος μηδ ἐκφοβοῦντος.
διὸ κλινίδιον μὲν ἦν αὐτοῦ κείμενον ἐν τῷ θυρῶνι τῆς οἰκίας:
ὁ δὲ προσπεσὼν τοῖς γόνασι τὴν ἡμέραν ἐκείνην ἄδειαν εἶχε πληγῶν καὶ κολάσεως: εἰ δὲ δεσμώτης φθαίη προσελθών, ἐλύετο: τοὺς δὲ δεσμοὺς ἐκτὸς οὐ κατὰ θύρας ἀλλ ὑπὲρ τοῦ στέγους ἀπερρίπτουν. οὐδὲν οὖν ὄφελος ἦν οὕτως αὑτὸν ἥμερον παρέχειν καὶ φιλάνθρωπον, εἰ κύων προειστήκει δεδιττόμενος καὶ ἀπερύκων τοὺς προσφυγεῖν δεομένους.
οὐ μὴν οὐδὲ καθαρεύειν ᾤοντο παντάπασιν οἱ παλαιοὶ τὸ ζῷον:
ὀλυμπίων μὲν γὰρ οὐδενὶ θεῶν καθιέρωται, χθονίᾳ δὲ δεῖπνον Ἑκάτῃ πεμπόμενος εἰς τριόδους ἀποτροπαίων καὶ καθαρσίων ἐπέχει μοῖραν.
ἐν δὲ Λακεδαίμονι τῷ φονικωτάτῳ θεῶν Ἐνυαλίῳ σκύλακας ἐντέμνουσι: Βοιωτοῖς δὲ δημοσίᾳ καθαρμός ἐστι κυνὸς διχοτομηθέντος τῶν μερῶν διεξελθεῖν: αὐτοὶ δὲ Ῥωμαῖοι τοῖς Λυκαίοις, ἃ Λουπερκάλια καλοῦσιν, ἐν τῷ καθαρσίῳ μηνὶ κύνα θύουσιν. ὅθεν οὐκ ἀπὸ τρόπου τοῖς τὸν ὑπέρτατον καὶ καθαρώτατον εἰληφόσι θεραπεύειν θεὸν ἀπειρῆσθαι κύνα ποιεῖσθαι συνήθη καὶ σύνοικον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기