- 텍스트

Plutarch, Maxime cum principbus philosopho esse diserendum, chapter, section 3

(플루타르코스, Maxime cum principbus philosopho esse diserendum, chapter, section 3)

σπείρω δ ἄρουραν δώδεχ ἡμερῶν ὁδὸν Βερέκυντα χῶρον οὗτος εἰ μὴ μόνον φιλογέωργος ἀλλὰ καὶ φιλάνθρωπος ἦν, ἣδιον ἂν ἔσπειρε τὴν τοσούτους τρέφειν δυναμένην ἢ τὸ Ἀντισθένους ἐκεῖνο χωρίδιον, ὃ μόλις Αὐτολύκῳ παλαίειν ἂν ἢρκεσε:? εἰ δέ σε ἠρόμην τὴν οἰκουμένην ἅπασαν ἐπιστρέφειν παραιτοῦμαι.

καίτοι Ἐπίκουρος τἀγαθὸν ἐν τῷ βαθυτάτῳ τῆς ἡσυχίας ὥσπερ ἐν ἀκλύστῳ λιμένι καὶ κωφῷ τιθέμενος τοῦ εὖ πάσχειν τὸ εὖ ποιεῖν οὐ μόνον κάλλιον ἀλλὰ καὶ ἥδιον εἶναί φησι. χαρᾶς·

γὰρ οὐδὲν οὕτω γόνιμόν ἐστιν ὡς χάρις: ἀλλὰ σοφὸς ἦν ταῖς Χάρισι τὰ ὀνόματα θέμενος Ἀγλαϊήν καὶ Εὐφροσύνην καὶ Θάλειαν: τὸ γὰρ ἀγαλλόμενον καὶ τὸ χαῖρον ἐν τῷ διδόντι τὴν χάριν πλεῖόν ἐστι καὶ καθαρώτερον.

διὸ τῷ πάσχειν εὖ αἰσχύνονται πολλάκις, ἀεὶ δ ἀγάλλονται τῷ εὖ ποιεῖν:

καὶ κόλακες ὑπὸ πάντων ἐλαύνονται καὶ κολάζονται, καθάπερ οὐκ εἰς μίαν κύλικα φάρμακον ἐμβάλλοντες θανάσιμον, ἀλλ εἰς πηγὴν δημοσίᾳ ῥέουσαν, ᾗ χρωμένους πάντας ὁρῶσιν.

ὥσπερ οὖν τοὺς Καλλίου κωμῳδουμένους κόλακας γελῶσιν, οὓς οὐ πῦρ οὐδὲ σίδηρος οὐδὲ χαλκὸς ἀπείργει μὴ φοιτᾶν ἐπὶ δεῖπνον κατὰ τὸν Εὔπολιν:

τοὺς δ Ἀπολλοδώρου τοῦ τυράννου καὶ Φαλάριδος καὶ Διονυσίου φίλους καὶ συνήθεις ἀπετυμπάνιζον, ἐστρέβλουν καὶ ἐνεπίμπρασαν, ἐναγεῖς ἐποιοῦντο καὶ καταράτους, ὡς ἐκείνων μὲν ἀδικούντων ἕνα τούτων δὲ πολλοὺς:

δι ἑνὸς τοῦ ἄρχοντος:

οὕτως· οἱ μὲν ἰδιώταις συνόντες αὐτοὺς: ἀφαιρῶν μοχθηρὸν ἢ γνώμην ἐφ ὃ δεῖ συγκατευθύνων τρόπον τινὰ δημοσίᾳ φιλοσοφεῖ καὶ τὸ κοινὸν ἐπανορθοῦται, ᾧ πάντες διοικοῦνται.

καίτοι τοὺς θεοὺς οἱ ἱερεῖς οὐ ποιοῦσιν ἀγαθῶν δοτῆρας, ἀλλὰ τοιούτους ὄντας παρακαλοῦσι τοὺς δ ἄρχοντας οἱ συνόντες τῶν φιλοσόφων δικαιοτέρους ποιοῦσι καὶ μετριωτέρους καὶ προθυμοτέρους εἰς τὸ εὖ ποιεῖν, ὥστε καὶ χαίρειν εἰκός ἐστι μᾶλλον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION