- 텍스트

Plutarch, Maxime cum principbus philosopho esse diserendum, chapter, section 2

(플루타르코스, Maxime cum principbus philosopho esse diserendum, chapter, section 2)

ἐνδιάθετος ἡγεμόνος Ἑρμοῦ δῶρον ὁ δ ἐν προφορᾷ διάκτορος καὶ ὀργανικός, ἑώλόν ἐστι καὶ ὑποπιπτέτω τῷ τουτὶ μὲν ᾔδειν πρὶν Θέογνιν γεγονέναι.? ἐκεῖνο δ οὐκ ἂν ἐνοχλήσειεν, ὅτι καὶ τοῦ ἐνδιαθέτου λόγου καὶ τοῦ προφορικοῦ φιλία τέλος ἐστί, τοῦ μὲν πρὸς ἑαυτὸν τοῦ δὲ πρὸς ἕτερον.

ὁ μὲν γὰρ εἰς ἀρετὴν διὰ φιλοσοφίας τελευτῶν σύμφωνον ἑαυτῷ καὶ ἄμεμπτον ὑφ ἑαυτοῦ καὶ μεστὸν εἰρήνης καὶ φιλοφροσύνης τῆς πρὸς ἑαυτὸν ἀεὶ παρέχεται τὸν ἄνθρωπον οὐ στάσις οὐδέ τε δῆρις ἀναίσιμος ἐν μελέεσσιν οὐ πάθος·

λόγῳ δυσπειθὲς οὐχ ὁρμῆς μάχη πρὸς ὁρμὴν οὐ λογισμοῦ πρὸς λογισμὸν ἀντίβασις οὐχ ὥσπερ ἐν μεθορίῳ τοῦ ἐπιθυμοῦντος καὶ τοῦ μετανοοῦντος τὸ τραχὺ καὶ ταραχῶδες καὶ τὸ ἡδόμενον, ἀλλ εὐμενῆ πάντα καὶ φίλα καὶ ποιοῦντα πλείστων τυγχάνειν ἀγαθῶν καὶ ἑαυτῷ χαίρειν ἕκαστον.

εἶναι πρότερον, οἶμαι δὲ μηδὲ νῦν, ἀλλ ἀμουσίᾳ καὶ ἀπειροκαλίᾳ τὸν κοινὸν Ἑρμῆν ἐμπολαῖον καὶ ἔμμισθον γενέσθαι.

οὐ γὰρ ἡ μὲν Ἀφροδίτη ταῖς τοῦ Προποίτου θυγατράσιν ἐμήνιεν ὅτι πρῶται μίσεα μηχανήσαντο καταχέειν νεανίσκων, ἡ δ Οὐρανία καὶ Καλλιόπη καὶ ἡ Κλειὼ χαίρουσι τοῖς ἐπ ἀργυρίῳ λυμαινομένοις τὸν λόγον.

ἀλλ ἔμοιγε δοκεῖ τὰ τῶν Μουσῶν ἔργα καὶ δῶρα μᾶλλον ἢ τὰ τῆς Ἀφροδίτης φιλοτήσια εἶναι, καὶ γὰρ τὸ ἔνδοξον, ὅ τινες τοῦ λόγου ποιοῦνται τέλος, ὡς ἀρχὴ καὶ σπέρμα φιλίας ἠγαπήθη:

μᾶλλον δ ὅλως οἵ γε πολλοὶ κατ εὔνοιαν τὴν δόξαν τίθενται, νομίζοντες ἡμᾶς μὴ μόνον ἐπαινεῖν οὓς φιλοῦμεν.

ἀλλ οὗτοι μέν, ὡς ὁ Ἰξίων διώκων τὴν Ἥραν ὤλισθεν εἰς τὴν νεφέλην, οὕτως ἀντὶ τῆς φιλίας εἴδωλον ἀπατηλὸν καὶ πανηγυρικὸν καὶ περιφερόμενον ὑπολαμβάνουσιν.

τοσαύτης, ὅση δύναμιν περὶ τὰς πράξεις ἐκ τοῦ πιστεύεσθαι δίδωσιν οὔτε γὰρ ἡδὺ μὴ βουλομένους οὔτε ῥᾴδιον ὠφελεῖν, βούλεσθαι δὲ ποιεῖ τὸ πιστεύειν ὥσπερ γὰρ τὸ φῶς μᾶλλόν ἐστιν ἀγαθὸν τοῖς βλέπουσιν ἢ τοῖς μὴ βλεπομένοις, οὕτως·

ἡ δόξα τοῖς αἰσθανομένοις ἢ τοῖς μὴ παρορωμένοις.

τῆς δὲ γε τῶν ἐπιεικῶν καὶ ἐλλογίμων οὐδ αὐτὸς καταφρονεῖ πλοῦτον δὲ καὶ δόξαν ἡγεμονικὴν καὶ δύναμιν ἐν φιλίαις οὐ διώκει, οὐ μὴν οὐδὲ φεύγει ταῦτα μετρίῳ προσόντ ἤθει οὐδὲ γὰρ τοὺς καλοὺς τῶν νέων διώκει καὶ ὡραίους, ἀλλὰ τοὺς εὐαγώγους καὶ κοσμίους καὶ φιλομαθεῖς:

οὐδ οἷς ὡρ´α καὶ χάρις συνέπεται καὶ ἄνθος δεδίττεται τὸν φιλόσοφον οὐδ ἀποσοβεῖ καὶ ἀπελαύνει τῶν ἀξίων ἐπιμελείας τὸ κάλλος. οὕτως οὖν ἀξίας ἡγεμονικῆς καὶ δυνάμεως ἀνδρὶ μετρίῳ καὶ ἀστείῳ προσούσης, οὐκ ἀφέξεται τοῦ φιλεῖν καὶ ἀγαπᾶν οὐδὲ φοβήσεται τὸ αὐλικὸς ἀκοῦσαι καὶ θεραπευτικός:

οἱ γὰρ Κύπριν φεύγοντες ἀνθρώπων ἄγαν νοσοῦσ1 ὁμοίως τοῖς ἄγαν θηρωμένοις:

καὶ οἱ πρὸς ἔνδοξον οὕτως καὶ ἡγεμονικὴν φιλίαν ἔχοντες.

:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION