- 텍스트

Plutarch, De sera numinis vindicta, section 21

(플루타르코스, De sera numinis vindicta, section 21)

"ἡμεῖς δ ἀρτίως μὲν ἠγανακτοῦμεν ὡς ὀψὲ καὶ βραδέως τῶν πονηρῶν δίκην διδόντων:? "νῦν δ ὅτι καὶ πρὶν ἀδικεῖν ἐνίους τὴν ἕξιν αὐτῶν κολούει καὶ τὴν διάθεσιν, ἐγκαλοῦμεν, ἀγνοοῦντες ὅτι τοῦ γενομένου πολλάκις τὸ μέλλον καὶ τὸ λανθάνον τοῦ προδήλου χεῖρόν ἐστι καὶ φοβερώτερον, οὐ δυνάμενοι δὲ συλλογίζεσθαι τὰς αἰτίας, δι ἃς ἐνίους μὲν καὶ ἀδικήσαντας ἐᾶν βέλτιόν ἐστιν ἐνίους δὲ καὶ: "διανοουμένους προκαταλαμβάνειν: "ὥσπερ ἀμέλει καὶ φάρμακα ἐνίοις μὲν οὐχ ἁρμόζει νοσοῦσιν, ἐνίοις δὲ λυσιτελεῖ καὶ μὴ νοσοῦσιν ἐπισφαλέστερον ἐκείνων ἔχουσιν. "ὅθεν οὐδὲ πάντα τὰ τῶν τεκόντων σφάλματ εἰς τοὺς ἐκγόνους οἱ θεοὶ τρέπουσιν ἀλλ ἐὰν μὲν ἐκ φαύλου γένηται χρηστός, ὥσπερ εὐεκτικὸς ἐκ νοσώδους, ἀφεῖται τῆς τοῦ γένους ποινῆς, οἱο῀ν ἐκποίητος τῆς κακίας γενόμενος. "νέῳ δ εἰς ὁμοιότητα μοχθηροῦ γένους ἀναφερομένῳ προσήκει δήπουθεν ὡς χρέα κληρονομίας διαδέχεσθαι τῆς πονηρίας τὴν κόλασιν. "οὐ γὰρ Ἀντίγονός γε διὰ Δημήτριον οὐδὲ τῶν ποθ ἡρώων Φυλεὺς δι Αὐγέαν οὐδὲ Νέστωρ διὰ Νηλέα δίκας ἔδωκεν: "ἐκ κακῶν μὲν γὰρ ἀγαθοὶ δ ἦσαν: "ἀλλ ὅσων ἡ φύσις ἔστερξε καὶ προσήκατο τὸ συγγενές, τούτων ἡ δίκη διώκουσα τὴν ὁμοιότητα τῆς κακίας ἐπεξῆλθεν. "ὡς γὰρ ἀκροχορδόνες καὶ μελάσματα καὶ φακοὶ πατέρων ἐν παισὶν ἀφανισθέντες ἀνέκυψαν ὕστερον ἐν υἱωνοῖς καὶ θυγατριδοῖς: "καὶ γυνή τις Ἑλληνὶς τεκοῦσα βρέφος μέλαν, εἶτα κρινομένη μοιχείας ἐξανεῦρεν αὑτὴν Αἰθίοπος οὖσαν γενεὰν τετάρτην: "τῶν δὲ Πύθωνος τοῦ Νισίβεως· "παίδων, ὃς ἔναγχος τέθνηκε, λεγομένου τοῖς Σπαρτοῖς προσήκειν, εἷς ἐξανήνεγκε λόγχης τύπον ἐν τῷ σώματι, διὰ χρόνων τοσούτων ἀνασχούσης καὶ ἀναδύσης ὥσπερ ἐκ βυθοῦ τῆς πρὸς τὸ γένος ὁμοιότητος: "οὕτω πολλάκις ἤθη καὶ πάθη ψυχῆς αἱ πρῶται κρύπτουσι γενέσεις καὶ καταδύουσιν ὕστερον δέ ποτε καὶ δι ἑτέρων ἐξήνθησε καὶ ἀπέδωκε τὸ οἰκεῖον εἰς κακίαν καὶ ἀρετὴν ἡ φύσις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION