- 텍스트

Plutarch, De sera numinis vindicta, section 19 2:

(플루타르코스, De sera numinis vindicta, section 19 2:)

"ἀλλ ἀναγκαῖον, οὐδὲ γελοῖον ἀλλ ὠφέλιμον πρᾶγμα ποιοῦμεν, ἐπιληπτικῶν παισὶ καὶ μελαγχολικῶν καὶ ποδαγρικῶν γυμνάσια καὶ διαίτας καὶ φάρμακα προσάγοντες οὐ νοσοῦσιν ἀλλ ἕνεκα τοῦ μὴ νοσῆσαι:? "τὸ γὰρ ἐκ πονηροῦ σώματος γιγνόμενον σῶμα τιμωρίας μὲν οὐδεμιᾶς ἰατρείας δὲ καὶ φυλακῆς ἄξιόν ἐστιν: "ἣν εἴ τις, ὅτι τὰς ἡδονὰς ἀφαιρεῖ καὶ δηγμὸν ἐπάγει καὶ πόνον, τιμωρίαν ὑπὸ δειλίας καὶ μαλακίας ἀποκαλεῖ, χαίρειν ἐατέον. "ἆρ οὖν σῶμα μὲν ἔκγονον φαύλου σώματος ἄξιόν ἐστι θεραπεύειν καὶ φυλάττειν, κακίας δὲ ὁμοιότητα συγγενικὴν ἐν νέῳ βλαστάνουσαν ἤθει καὶ ἀναφυομένην ἐᾶν δεῖ καὶ περιμένειν καὶ μέλλειν, ἄχρι ἐν ἐκχυθεῖσα τοῖς πάθεσιν ἐμφανὴς γένηται κακόφρονά τ ἀμφάνῃ πραπίδων καρπόν ὥς φησι Πίνδαρος·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION