호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ὁ γὰρ Βίων τὸν θεὸν κολάζοντα τοὺς παῖδας τῶν πονηρῶν γελοιότερον εἶναί φησιν ἰατροῦ, διὰ νόσον πάππου καὶ πατρὸς ἔκγονον ἢ παῖδα φαρμακεύοντος.? "ἔστι δὲ πῆ μὲν ἀνόμοια τὰ πράγματα πῆ δ ἐοικότα καὶ ὅμοια. "νόσου μὲν γὰρ ἄλλος ἄλλον οὐ παύει θεραπευόμενος, οὐδὲ βέλτιόν τις ἔσχε τῶν ὀφθαλμιώντων ἢ πυρεττόντων ἰδὼν ἄλλον ὑπαλειφόμενον ἢ καταπλαττόμενον αἱ δὲ τιμωρίαι τῶν πονηρῶν διὰ τοῦτο δείκνυνται πᾶσιν, ὅτι δίκης κατὰ λόγον περαινομένης ἔργον ἐστὶν ἑτέρους δι ἑτέρων κολαζομένων ἐπισχεῖν. δὲ προσέοικε τῷ ζητουμένῳ τὸ παραβαλλόμενον ὑπὸ τοῦ Βίωνος ἔλαθεν αὐτόν: "ἤδη γὰρ ἀνδρὸς εἰς νόσημα μοχθηρὸν οὐ μὴν ἀνίατον ἐμπεσόντος, εἶτ ἀκρασίᾳ καὶ μαλακίᾳ προεμένου τῷ πάθει τὸ σῶμα καὶ διαφθαρέντος υἱὸν οὐ δοκοῦντα νοσεῖν, ἀλλὰ μόνον ἐπιτηδείως ἔχοντα πρὸς τὴν αὐτὴν νόσον ἰατρὸς ἢ οἰκεῖος ἢ ἀλείπτης καταμαθὼν ἢ δεσπότης χρηστός, ἐμβαλὼν εἰς δίαιταν αὐστηρὰν καὶ ἀφελὼν ὄψα καὶ πέμματα καὶ πότους καὶ γύναια, φαρμακείαις δὲ χρησάμενος ἐνδελεχέσι καὶ διαπονήσας τὸ σῶμα γυμνασίοις, ἐσκέδασε καὶ ἀπέπεμψε, μεγάλου πάθους σπέρμα μικρὸν οὐκ ἐάσας εἰς μέγεθος προελθεῖν. ἦ γὰρ οὐχ οὕτω παρακελευόμεθα, προσέχειν ἀξιοῦντες ἑαυτοῖς καὶ παραφυλάττεσθαι καὶ μὴ παραμελεῖν ὅσοι γεγόνασιν ἐκ πατέρων ἢ μητέρων νοσηματικῶν, ἀλλ εὐθὺς ἐξωθεῖν τὴν ἐγκεκραμένην ἀρχὴν εὐκίνητον οὖσαν καὶ ἀκροσφαλῆ προκαταλαμβάνοντας· "πάνυ μὲν οὖν" ἔφασαν.
"ἀλλ ἀναγκαῖον, οὐδὲ γελοῖον ἀλλ ὠφέλιμον πρᾶγμα ποιοῦμεν, ἐπιληπτικῶν παισὶ καὶ μελαγχολικῶν καὶ ποδαγρικῶν γυμνάσια καὶ διαίτας καὶ φάρμακα προσάγοντες οὐ νοσοῦσιν ἀλλ ἕνεκα τοῦ μὴ νοσῆσαι:
"τὸ γὰρ ἐκ πονηροῦ σώματος γιγνόμενον σῶμα τιμωρίας μὲν οὐδεμιᾶς ἰατρείας δὲ καὶ φυλακῆς ἄξιόν ἐστιν: "ἣν εἴ τις, ὅτι τὰς ἡδονὰς ἀφαιρεῖ καὶ δηγμὸν ἐπάγει καὶ πόνον, τιμωρίαν ὑπὸ δειλίας καὶ μαλακίας ἀποκαλεῖ, χαίρειν ἐατέον. "ἆρ οὖν σῶμα μὲν ἔκγονον φαύλου σώματος ἄξιόν ἐστι θεραπεύειν καὶ φυλάττειν, κακίας δὲ ὁμοιότητα συγγενικὴν ἐν νέῳ βλαστάνουσαν ἤθει καὶ ἀναφυομένην ἐᾶν δεῖ καὶ περιμένειν καὶ μέλλειν, ἄχρι ἐν ἐκχυθεῖσα τοῖς πάθεσιν ἐμφανὴς γένηται κακόφρονά τ ἀμφάνῃ πραπίδων καρπόν ὥς φησι Πίνδαρος·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기